Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Μανίας γὰρ δήπουθεν οὐκ ἀνεκτῆς ἅπασαν τὴν Ἀφρικὴν ἐπιλαβούσης καὶ διὰ τοὺς ἀβούλῳ κουφότητι τὴν τῶν δήμων θρησκείαν εἰς διαφόρους αἱρέσεις σχίσαι τετολμηκότας, ταύτην ἐγὼ τὴν νόσον καταστεῖλαι βουληθείς, οὐδεμίαν ἑτέραν ἀρκουσαν τῷ πρόγματι θεραπείαν ηὕρισκον, ἢ εἰ τὸν κοινὸν τῆς οίκουμένης ἐχθρὸν ἐξελών, ὃς ταῖς ἱεραῖς ὑμῶν συνόδοις τὴν ἀθέμιτον ἑαυτοῦ γνώμην ἀντέστησεν, ἐνίους ὑμῶν πρὸ τὴν τῶν πρὸς ἀλλήλους διχονοούντων ὁμόνοιαν βοηθοὺς ἀποστείλαιμι.“

„Ἐπειδὴ γὰρ ἡ τοῦ φωτὸς δύναμις καὶ ὁ τῆς ἱερᾶς θρησκείας νόμος, ὑπὸ τῆς τοῦ κρείττονος εὐεργεσίας οἷον ἔκ τινων τῆς ἀνατολῆς κόλπων ἐκδοθείς, ἅπασαν ὁμοῦ τὴν πάνταςολπθ,ἐμξμ οερῲ λαμπτῆρι κατήστραψεν, εἰκότως ὑμᾶς, ὥσπερ τινὰς ἀρχηγοὺς τῆς τῶν ἐθνῶν σωτηρίας ὑπάρξειν πιστεύων, ὁμοῦ καὶ ψυχῆς νεύματι καὶ ὀφθαλμῶν ἐνεργείᾳ ζητεῖν ἐπειρώμην. ἅμα γοῦν τῇ μεγάλῃ νίκῃ καὶ τῇ τῶν ἐχθρῶν ἀληθεῖ θριμβείᾳ τοῦτο πρῦτον εἱλόμην ἐρευνᾶν, ὃ δὴ πρῶτόν μοι καὶ τιμιώτατον ἁπάντων ὑπάρχειν ἁγούμην.”

[*](2 τῆς βασιλέως < ΜΒΑ |3 περιφέρεσθαι (?) Ηkl | ἔχον τοῦτον ~J | 6 πρόθειν Val., πρόφασιν HSS | 8 τὸν +Hkl | τῶν, ν auf Ras., J | 9 διάθεσιν Val., πρόθεσιν HSS | πρὸς Val., ὡς HSS | 10 σύστασιν < J | 11 τραύματι— συναρμ. nur in V, συναρμῶσαι V | 12 ἀπορρήτῳ < J | 15 ὁμοίαν JM | 18 καὶ < Val. |21 εὕρισκον Α |23 ἡμῶν ΜΒΑ |25 ἀποστείλαιμε ΜΒ 1 Α |27 ἔκ τινων] ἐκ τῶν J | 29 εἰκότως — πιστεύων zwei Mal in J | ἡμᾶς JMBA | 32 τοῦτο VJ, τουτοέστι ΜΒΑ.)
v.1.p.68.