Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τοιαῦτα βασιλεὺς ὡσανεὶ θεοῦ μεγαλοφωνότατος κήρυξ τοῖς ἐπαρχιώταις ἅπασι δι’ οἰκείου προσεφώνει γράμματος, δαιμονικῆς μὲν ἀπείργων τοὺς ἀρχομένους πλάνης, τὴν δ’ ἀληθῆ μετιέναι θεοσέβειαν ἐγκελευόμενος.

φαιδρυνομένῳ δ’ αὐτῷ ἐπὶ τούτοις φήμη τις διαγγέλλεται ἀμφὶ ταραχῆς οὐ σμικρᾶς τὰς ἐκκλησίας διαλαβούσης, ἐφ’ ᾗ τὴν ἀκοὴν πληγγεὶς ἴασιν τῷ κακῷ περιενόει. τὸ δ’ ἄρα [*](23 vgl. Luk. 22, 53.) [*](3 τῶ ἀνθρωπίνω — γένει Α |κατέβλαψαν V, κατέτειναν J, ἐμάχετο ΜΒ, ἐμαχέσαντο Α|5 ἀλλὰ < ΜΒΑ |6 ὄσω J |σπουδάσμασιν] σεβάσμασιν J |τοσοῦτον ΜΒΑ|7 ἐπιμελομένοις JBA, ἐπιμελουμένοις V, ἐπιμελωμένης M | 8 Wortfolge συνίσταται μαθήματα V, μαθ. συνιστ. JMBA| αὐτὸν JBA|31 τῷ]τὸ V | 15 ἀναδέδεκται ΜΒ |θάτερος] ἅτερος Α |17 τὸ +HKl| 18 καὶ +vor ἄλλο J | 20 ἀπαιτεῖ Α |ἐπαρχιώταις VJM, ἐπαρχε. ΒΑ |28 μετιέναι ΑΒ 2, μετεῖναι VJMB 1 | 30 μικρᾶς VA | 31 τῶ κακῶ < ΜΒΑ.)

v.1.p.66.
τοιόνδε.

ἐσεμνύνετο μὲν ὁ τοῦ θεοῦ λεὼς ταῖς τῶν καλῶν καλλωπιζόμενος πράξεσιν, οὐδ’ ἦν τις ἔξωθεν φόβος ταράττων, ὡς καὶ πρώνη λαμπρᾶς καῖ βαθυτάτης εἰρήνης ἁπανταχόθεν τὴν ἐκκλησίαν θεοῦ χάριτι περιφραττούσης· φθόνος δ’ ἂρα καὶ τοῖς ἡμετέροις ἐφήδρευε καλοῖς, εἴσω μὲν εἰσδυόμενος μέσος δ’ ἐν αὐτοῖς χορεύων τοῖς τῶν ἁγίων ὁμίων ὁμίλοις.

συμβάλλει δῆτα τοὺς ἐπισκόπους, στάσιν ἐμβαλὼν ἐρεσχελίας θείων προφάσει δογμάντων, κἄπειθ’ ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξεκάετο, ἄκρας μὲν ὥσπερ ἀπὸ κορυφῆς ἀρξάμενον τῆς ἀλεξανδρέων ἐκκλησίας, διαδραμὸν δὲ τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην τήν τ’ ἐπέκεινα Θηβαΐδα,

ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις, ὥστε οὐ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ τὰ πλήθη κατατεμνόμενα, τῶν μὲν ὡς τούσδε τῶν δὲ θατέροις ἐπικλινομένων. τοσοῦτον δὲ διήλαυνεν ἀτοπίας ἡ τῶν γινομένων θέα, ὥστ’ ἤδη ἐν αὐτοῖς μέσοις τῶν ἀπίστων θεάτροις τὰ σεμνὰ τῆς ἐνθέου διδασκαλίας τήν αἰσχίστην ὑπομένειν χλεύην.