Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὀπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ’ ἐβλέπετο μηδενός πω τῇ ἀληθείᾳ μηδαμῆ φαινομένου, θειοτέρᾳ δὲ καὶ δρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης. ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κων- [*](1 εἴλατο V | 2 lieber ξενὸν οὐκ ὁπ. Hkl| πεπλαμένωνς so J| 3 ᾧ] ὁ V | 4 πρότερον δὲ ∾ JBA | 5 παρὼν] παρ’ ὁν V | 6 θατέρω, ω auf Ras., J | δικαιωτάτους ἡμετέρους V, δικαιότατα (τοὺς nachher hinzugefügt) ἡμετ. J, δικαιότατα τοὺς ἡμετ. ΜΒΑ| 8 Wortfolge καὶ βοηθοὺς ἀληθ. Α | 9 εἷς, aber Punkte uter ς, V, εἴ JMBA| 10 ὁποῖος οὐδ’ V, ὁποῖς οὐκ οἶδ’ J, <MBA | 12 δέον VJ, δὲ ΜΒΑ|ἀνατιθέναι VJ, τιθέναι ΜΒΑ| 13 μηδὲν — τοῦ VJ, nur δεῖ ΜΒΑ| 14 γινέσθω Wil., γίνεσθαι VJ | μακρὰν JMB, in A ein Buchst. ausradiert nachher ὰ | 15 τούτοις VJ, οὕτως ΜΒΑ| 16 κρατήσειεν V, κρατήσει ἄν Μ |17 ὡρμῶμεν V | 18 προσδιείλεκτο VMB, προδιείλεκτο JA | ποιουμένοις VJB 2, κεκλημένοις AB, ποιουμένοις κεκλημένοις (so) M | 19 σμικρὸν V, μικρὸν JMBA| 20 τοιούτοις διεξ. λόγοις V | ἡγεῖσθαι ΗSS, ἅπτεσθαι Ηκl, vgl. Z. 28 | 21 συμβουλῆς Μ, συμβολῆς, nach o Rasur, J | τὰ στρατ. παρ. ∾ ΜΒΑ| παρήγγελε ΜB | 24 ἐδόκουν V, < JMBA| 25 κεκρατηκότας V | 26 πω V, που JMBA| μηδαμοῦ J.)

v.1.p.44.
σταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ' οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανεν, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ’ αὐτὸν φάλαγγος.

VII Ἔνθα δὴ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴπου τι τάγμα κεκμη- κὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾠ παραυτίκα συνανέβαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους