Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Σὲ νῦν τὸν ὕψιστον θεὸν καλῶ· ἠκρούμην τότε κομιδῆ παῖς ἔτι ὑπάρχων, πῶς ὁ κατ᾿ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ῥωμαίων αὐτοκράτορσιν ἔχων τὰ πρωτεῖα, δείλαιος, ἀληθῶς δείλαιος, πλάνῃ τὴν ψυχὴν ἠπατημένος, παρὰ τῶν δορυφορούντων αὐτόν, τίνες ἄρα εἶεν οἱ πρὸς τῇ γῇ δίκαιοι, πολυπραγμονῶν ἐπυνθάνετο, καί τις τῶν περὶ αὐτὸν θυηπόλων ἀποκριθείς, Χριστιανοὶ δήπουθεν, ἔφη. ὁ δὲ τὴν ἀπόκρισιν ὥσπερ τι βροχθίσας μέλι τὰ κατὰ τῶν ἀδικημάτων εὑρεθέντα ξίφη κατὰ τῆς ἀνεπιλήπτου ὁσιότητος ἐξέτεινεν. αὐτίκα δὴ οὖν διατάγματα λύθρων μιαιφόνοις ὡς εἰπεῖν ἀκωκαῖς συνέταττε, τοῖς τε δικασταῖς τὴν κατὰ φύσιν ἀγχίνοιαν εἰς εὕρεσιν κολαστηρίων καινοτέρων ἐκτείνειν παρεκελεύετο.”

[*](1 τὸν] τῶν MB, τὸν J, aber o aus ω. | 2 διὸ τῆ μὲν ἀρετῆ V, διότι μὲν ἀρετῆς JMBA | 6 ἀποσκλήρους V, ἀποκλήρους JMBA | 8 σρα V, πατέρα JMBA |10 ἐπεμελοῦντο JMBA |12 τῶν <J | 13 εἰρωνευομένων ΜΒ | 14 ἀναριπίζεσθαι V | 16 σκοτείου MB | τῆς <J | 17 ἐμπόδον V | τούτοις V | 18 γάρ τοι ἡ ἱερεία < ΜΒΑ | 19 ὑπὸ] ἀπὸ Α | μανίας J, μαντείας VMBA | 20 εἴδωμεν V | τέλος] κακὸν + vor τότε J | 22 παῖς] παιδίον J | ἔτι <JMBA | 23 δειλ. —δειλ. <Hkl, vgl. S. 25, 14 | 25 ἄρα V, ἄν JMBA | πρὸς τῇ γῇ eigentümlich! | 27 βροχθίσας VA, βροχθήσας Β, βροχθής Μ, καταβροχθίσας J | 29 μιαιφόνους V1, ι über υ V2 | ἀκωκαῖς, ω aus o, J | 30 κατέταττε V1, συν über κατ V2, συνέταττεν ΜΒ | 31 καινοτέρων V, δεινοτέρων JMBA | ἐκτείνειν HSS (vgl. 59, 1), ἐπιτείνειν Val.)
v.1.p.63.