Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Βασιλέως ἐπιστολὴ κατὰ πάσας τὰς ἐπαρχίας. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαοτὸς ἐπαρχιώταις ἀνατολικοῖς.

Πάντα μὲν ὅσα τοῖς κυριωτάτοις τῆς φύσεως περιέχεται νόμοις τῆς κατὰ τὴν θείαν διάταξιν προνοίας τε καὶ θεωρίας ἱκανὴν αἴσθησιν τοῖς πᾶσι παρέχει, οὐδὲ ἐστί τις ἀμφιβολία οἱς κατ' εὐθεῖαν γνώσεως ὁδὸν ἡ διάνοια ἐπ' ἐκεῖνον ἄγεται τὸν σκοπόν, ὡς ἡ τοῦ ὑγιοῦς λογισμοῦ καὶ τῆς ὄψεως αὐτῆς ἡ ἀκριβὴς κατάληψις μιᾷ ῥοπῇ τῆς ἀληθοῦς ἀρετῆς ἐπὶ τὴν γνῶσιν ἀναφέρει τοῦ θεοῦ. διόπερ πᾶς συνετὸς ἀνὴρ οὐκ ἄν ποτε ταραχθείη τοὺς πολλοὺς ὁρῶν ἐναντίαις προαιρέσεσι φερομένους. 2ἀνόνητος γὰρ ἂν ἡ τῆς ἀρετῆς ἐλάνθανε [*](4 εἰς μεῖζον Wil., aber vgl. Plur. καινὰ Ι χρείας V Ι 5 οἱ λοιποὶ] λοιπὸν V 6 Μόνο,ν MBA | ἐπεστάλη Soor., Theod., V, ἐπεστάλθη JBA, ὑπεστάλθη Μ | 7 προθυμία] σπουδῆ Socr., Theod., | 8 διαφυλάξει V, Socr. cod. F, διαφυλάξοι JMBA Ι οῦν] καὶ V Ι 11 τε] < V Ι 12 ὁ < Hkl Ι 13 ἀπελεγκτικὴν VJ, κατὰ MBA Ι εἰδωλολάτρου VJ, τρου auf Ras. J, εἰδωλολατρίας MBA Ι 14 ἐθνῶν MB Ι ἐπαρχιώταις VM, ἐπαρχεώταις JBA Ι 17 μεταληφθεῖσαν δ’ V, ἐκληφθεῖσαν δ' J, εἰδέναι θεόi Vita C; θεδν εἰδέναι JN, εἰδέναι βασιλέα H Ι 23 μὲν] μὴ H Ι οἰράνιον J» N, J, aber ν auf Ras., J, τῆς H Ι καὶ < vor ζωῆς B Ι 89 αὐτοῦ !1, ,:icof J, ὲαιτοῦ N Ι καταστὰς ἀγαθῶν N Ι 30 σωτῆρα γέραιρον(ον αἰτοῦ)

v.1.p.62.
χάρις, εἰμὴ καταντικρὺ τὸν τῆς διεστραμμένης ἀπονοίας βίον ἡ κακία προυβέβλητο. διὸ τῇ μὲν ἀρετῇ στέφανος πρόκειται, τῆς δὲ κρίσεως αὐθεντεῖ ὁ ὕψιστος θεός. ἐγὼ δ᾿ ὡς ἔνι μάλιστα φανερῶς περὶ τῶν κατ᾿ ἐμαυτὸν ἐλπίδων πᾶσιν ὑμῖν ὁμολογήσαι πειράσομαι.”