Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Μεταβὰς δ’ ἐκ τούτων βασιλεὺς πραγμάτων ἐνεργῶν ἤπτετο. καὶ πρῶτα μὲν τοῖς κατ' ἐπαρχίας διῃρημένοις ἔθνεσιν ἡγεμόνας κατέπεμπεν, τῇ σωτηρίῳ πίστει καθωσιωμένους τοὺς πλείους. [*](1 ἀπλήστους] πλείστους V Ι ἐκτείναντες MBA Ι ὡς οἱ τοιοῦτοι HL, ὅσοι τοιοῦτοι VJMBA, οὗτοι οὖτοι (so!) F Ι 4 τόπον F Ι μὲν zwei Mal J Ι οὖν < VA Ι 6 FHL, δ' J, οὖν VMBA Ι 7 ἀρετῆ τε FHL, ἡ ἀρετὴ VJMBA Ι καὶ παραινέσεσιν FHL, παραινέσεσι θ' δ' Α) | 8 ὑπὲρ] vtco Val. (falsch) δι' ὦν + vor τὴν πρότερον VJMBA | 9 ἀνθρώπεια HL, ἀνθρώπια F, ἀνθρώπινα VJMBA Ι ἢδη < συμβαίνει + vor τῆς VJMB | 10 ἡλίου V οἱ + vor συμπάντες VMBA συμπ. + ὁμοῦ καθορᾶται FHL | 11 ἡ ἐξουσία VJMBA | τίς χάρις < VJMBA | 12 πονηροτάτων καὶ < VJMBA | 14 ἐκτείνειν HL | 15 τοῦ + vor VJMBA Ι 17 δίδοσιν L, διδόασιν FH | βαθυτάτου FHL, βάθεος VJMBA Ι 18 θεείαν τε steht nach περὶ αὐτὸν in VJMBA | 19 εὐσεβῆ καὶ + vor σύμφωνον VJMBA Ι ἐπιδείξωνται VMB; nach ἐπιδείξονται folgt mit Halbunciallettern: προτεθήτω προτεθείτω L) ἐν τοῖς ἀνατολικοῖς ἀνατολικοῖ ἡμετέροις in HL, < F, VJMBA 22 πρὸς] πρὸ V.)

v.1.p.60.
ὅσοι δ᾿ ἑλληνίζειν ἐδόκουν, τούτοις θύειν ἀπείρητο. ὁ δ᾿ αὐτὸς ἠν νόμος καὶ ἐπὶ τῶν ὑπερκειμένων τὰς ἡγεμονικὰς ἀρχὰς ἀξιωμάτων, ἐπί τε τῶν ἀνωτάτω καὶ τὴν ἔπαρχον διειληφότων ἐξουσίαν. ἢ γὰρ Χριστιανοῖς οὖσιν ἐμπρέπειν ἐδίδου τῇ προσηγορίᾳ, ἢ διακειμένοις ἑτέρως τὸ μὴ εἰδωλολατρεῖν παρήγγειλεν.