Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ούδέποτε γὰρ ἂν ἀγνώμων περὶ τὴν ὀφειλομένην γενοί- μην χάριν· ταύτην ἀρίστην διακονίαν, τοῦτο κεχαρισμένον ἐμαυτῶ̣ δῶρον πιστεύσας, μέχρι καὶ τῶν ἑᾠων πρόειμι χωρίων, ἃ βαρυτέραις κατεχόμενα συμφοραῖς μείζονα καὶ τὴν παρ' ἡμῶν θεραπείαν ἐπεβοᾶτο. πάντως δὲ καὶ ψυχὴν οὔλην καὶ πᾶν ὅ τί περ ἀναπνέω, καὶ ὅλως εἴ τι τῆς διανοίας ἐνδοτάτω στρέφεται, τοῦτο τῷ μεγίστῳ θεῷ ὀφείλεσθαι παρ' ἡμῶν ὅλον ἀσφαλῶς πεπίστευκα. οἶδα μὲν οὗν ἀκριβῶς, ὡς οὐδὲν τῆς παρ' ἀνθρώπων εὐνοίας χρῄζοιεν ἂν οἱ τὴν οὐράνιον ὀρθῶς μεταόιώξαντες ἐλπίδα καὶ ταύτην ἐξαίρετόν τε καὶ ἀσφαλῶς ἐπὶ τῶν θείων καθιδρυσάμενοι τόπων τοσούτῳ τε τιμῶν ἀπολαύοντες μειζόνων, ὅσῳ περ σφᾶς αὐτοὺς τῶν γηίνων ἐλαττωμάτων τε καὶ δεινῶν ἐχώρισαν. τὰς ἀνάγκας δὲ ὅμως τὰς πρὸς καιρὸν ἐπενεχθείσας αὐτοῖς καὶ τὰς οὐ προσηκούσας βασάνους ἀπὸ τῶν οὐδὲν αἰτίων οὐδὲ ὑπευθύνων ὡς πορρωτάτω ἀνείργειν ἡμᾶς οἰμαι [*](2 καὶ + vor πολλῆς VJMBA Ι 4 ἐννοητέον VJMBA Ι τε u. ὡς < ἐστὶν L, nach ἐστὶ etwas ausradiert in J Ι 5 τοῦ < JMBA Ι δὲ οὐ] δ’ οὐδὲ M, οὐ A, οὐ über der Zeile B2 Ι 6 nach κόμπος + ἂν εἴη VJMBA Ι τὸ J, FHL, τὸν VMBA 7 nach τὴν + γὰρ VJMBA, vielleicht nicht falsch Ι 8 ὃς < Wil. Ι ἐχείνης 10 τινι δυνάμει < FHL Ι 11 πάντα < V Ι ἀνθρώπειον FHL Ι 12 εἰς vor VJMBA (falsch nach Wil.), < FHL Ι νόμον] βίον V Ι παιδευόμενος MBA Ι 15 u. ἂν < VJMBA Ι nach γενοίμην + ποτε Y Ι 16 ταύτην J, FHL, τὴν I τοῦτο < VMBA Ι κεχαρισμένος V Ι 17 δι' ἧς + vor μέχρι VMBA Ι ὅ u. νον VJMBA Ι 10 ὅλον MB Ι 20 εἴ τι] ἔστι J Ι 21 θεῷ] τῷ MB Ι ὅλον < 22 ἀνθρώποις V Ι χρήζοιεν, aber εν + A2 B2 Ι 24 τόπων] τὸ τῶν FHL Ι τοσούτω FH, τοσούτων L, VJMBA Ι 25 ἀπολαβόντες σφᾶς] ἀσφαλῶς MBA Ι 26 ἐχώρησαν VJ, HL, η ändert in ι, L Ι ἀναγκαίας FH Ι 28 νῦν + vor ὡς πορρ. VJMBA οἴομαι VJMBA)

v.1.p.54.
προσήκειν· ἢ γένοιτ' ἂν τὸ ἀτοπώτατον, ὑπὸ μὲν τοῖς διῶξαι τοὺς προθυμηθεῖσιν τῆς περὶ τὸ θεῖον ἕνεκα θεραπείας τὸ καρτερικὸν καὶ στερρὸν τῆς Ψυχῆς αὐτῶν ἱκανῶς διαγνωσθῆναι, ὑπὸ δὲ τῷ θεράποντι τοῦ θεοῦ μὴ οὐκ εἰς λαμπρότερον καὶ μακαριστότερον σχῆμα τὴν δόξαν αὐτῶν ἀρθῆναι.“