Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐκ τῶν τοιούτων ἀναφύονται πόλεμοι βαρεῖς, ἐκ τῶν τοιούτων πορθήσεις πανίεροι, ἐντεῦθεν ἐντεῦθεν μὲν τῶν πρὸς τὰς χρείας ἀναγκαίων πλῆθος δὲ τῶν ἐπηρτημένων δεινῶν, ἑντεῦθεν οἱ τῆς τοσαύτης ἀρχηγοὶ δυσσεβείας ἢ ἀνατλάντες τὰ ἔσχατα θάπτον πανώλεθρον ἐδυστύχησαν, ἢ ςωὴν αἰσχίστην διάγοντες θανάτου ταύτην βαρυτέραν ἐπέγνωσαν, καὶ οἶον ἰσομέτρους ταῖς ἀδικίαις τὰς τιμωρίας ἐκομίσαντο. τοσοῦτον γὰρ ἕκαστος εὕραντο συμφορῶν, ὅσον τις καὶ καταπολεμῆσαι τὸν θεῖον ὡς ᾤετο] νόμον ὑπ' ἀλογίας προήχθη, ὥστ’ αὐτοῖς μὴ παρὰ τὴν ςωὴν εiναι βαρέα μόνον, ἀλλὰ καὶ τῶν ὑπὸ γῆς κολαοτηρίων χαλεπώτερον προσδοκᾶσθαι τὸν φόβον.“