Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπεὶ δὲ πάνθ’ ὑποτέτακτο βασιλεῖ βασιλεῖ θεοῦ σωτῆρος δυνάμει, τὸν τῶν ἀγαθῶν αὐτῷ πάροχον τοῖς πᾶσι φανερὸν ἐποίει, κἀκεῖνον τῶν νικητηρίων αἴτιον ἀλλὰ μὴ αὐτὸν νομίζειν διεμαρτύρετο, τοῦτό τε αὐτὸ ἀνεκήρυττεν διὰ χαρακτήρων Ῥωμαίας τε καὶ Ἑλληνίδος φωνῆς εἰς ἕκαστον ἔθνος έν γραφῇ διαπεμφθείσῃ. μάθοις δ' ἄν τοῦ λόγου τὴν ἀρετὴν αὐτοῖς προοβαλὼν τοῖς δόγμασι· δύο δ ἠν ταῦτα, τὸ μὲν ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ δὲ τοῖς ἐκτὸς κατὰ πόλιν δήμοις διαπεμφθέν, ὃ τῇ παρούσῃ προσῆκον ὑποθέσει ἔμοιγε δοκεῖ παρενθεῖναι, ὡς ἂν διὰ τῆς ἱστορίας μένοι καὶ διαφυλάττοιτο τοῖς μεθ’ ἡμᾶς καὶ ἡ τοῦδε τοῦ δόγματος ἔκθεσις πρός τε ἀληθείας καὶ τῶν ἡμετέρων διηγημάτων πίστωσιν. εἴληπται δ' ἐξ αὐθεντικοῦ τοῦ παρ' ἡμῖν φυλαττομένου βασιλικοῦ νόμου, ᾠ καὶ τῆς αὐτοῦ δεξιᾶς ἔγγραφος ὑποσημείωσις τῆς τῶν λόγων πιοτώσεως οἶά τινι σφραγῖδι καταση- μαινει την μαρτυριαν.