Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἡπλοῦντο δὲ καὶ παρ᾿ ἡμῖν, ὥσπερ οὖν καὶ πρότερον παρὰ τοῖς θάτερον μέρος τῆς οἰκουμένης λαχοῦσι, βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε τῆς πρὸς τὸν θεὸν ὁσίας πνέοντες παντοίας παρεῖχον ἀγαθῶν ἐπαγγελίας, τοῖς μὲν κατ᾿ ἔθνος ἐπαρχιώταις τὰ πρόσφορα καὶ λυσιτελῆ δωρούμενοι, ταῖς δ᾿ ἐκκλησίαις τοῦ θεοῦ τὰ κατάλληλα διαγορεύοντες.

ἀνεκαλοῦντο γοῦν ἐκείνους πρώτιστα πάντων ὅσοι τοῦ μὴ εἰδωλολατρῆσαι χάριν ὑπὸ τῶν κατ᾿ ἔθνος ἡγουμένων ἐξορίας καὶ μετοικίας ὑπέμειναν, κἄπειτα τοὺς βουλευτηρίοις ἐγκριθέντας τῆς αὐτῆς ἕνεκεν ἀἰτίας ἠλευθέρουν τῶν λειτουργημάτων, καὶ τοῖς ἀφῃρημένοις δὲ τὰς οὐσίας ἀναλαμβάνειν ταύτας ἐγκελευόμενοι.

οἵ τ᾿ ἐν καιρῷ τοῦ ἀγῶνος καρτερίᾳ ψυχῆς διὰ θεὸν λαμπρυνόμενοι, μετάλλοις τε κακοπαθεῖν παραδοθέντες, ἢ νήσοις οἰκεῖν κριθέντες, ἢ δημοσίοις ἔργοις δουλεύειν κατηναγκασμένοι, τούτων ἀθρόως ἁπάντων ἐλευθερίας ἀπήλαυον. καὶ τοὺς στρατιωτικῆς δ᾿ ἀξίας δι᾿ ἔνστασιν θεοσεβείας ἀποβλήτους γενομένους ἀνεκαλεῖτο τῆς ὕβρεως ἡ βασιλικὴ δωρεά, τοῖς ἐπ᾿ ἐξουσίας αἴρεσιν παρέχουσα ἢ τὰς οἰκείας ἀπολαμβάνειν καὶ διαπρέπειν τοῖς προτέροις αὐτῶν ἀξιώμασιν, ἢ ἀγαπῶντας τὸν εὐσταλῆ βίον πάντων λειτουργημάτων ἀνεπηρεάστους διατελεῖν. καὶ τοὺς γυναικείοις δ᾿ ἔργοις ἐφ ὕβρει καὶ ἀτιμίᾳ δουλεύειν κριθέντας ὁμοίως τοῖς λοιποῖς ἠλευθέρουν.