Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἔνθα τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος τοῦτο δεύτερον μετὰ τὰς πρώτας καθῃροῦντο πολιορκίας, τὰς δ' ἀπέκλειον οἱ κατὰ τόπους ἡγεμόνες, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐνθέσμους ἀποδιδοίη λατρείας. συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας ὁ τὰ τοιάδε προστάττων, συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο.

οἱ δ' αὐτοὶ θῶπες ὄντες τινὲς καὶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τοὺς [*](2 vgl. Euseb. H.E. X, –7 vgl. Act. 9,1. — –41, 25 vgl. Euseb. H.E. Χ, 8, –9, 3. — Gelas. Cyz. 1, 10 aus Euseb. H.E.) [*](5 ἀνερρίπιζε Ι 8 κωνσταντίνου φόβον VA, κωνσταντῖνον φόβον <) JB, (< φόβον) M Ι 11 ἀνῄρει τε δὲ <) Hkl, ἀνῃρεῖτο δὲ HSS Ι V Ι ἀκοῇ < MBA Ι τὰ γοῦν J, Hist. Eccl., τὰς γοῦν Gelas., ταύτ' οὖν VMBA Ι nicht neues Cap. VMBA Ι 17 ἀπεκλείων V, ἐπέκλειον Μ Ι 18 τοὺς τόπους MB Ι 19 ἀποδιδοίη N!, Wil.( —ᾠη), ἀποδιδῶ V, Hist Eccl., ἀποδῴη JMBA Ι 21 Wort- folge πάντα πράττειν VJ, Hist. Eccl., πράττειν πάντα MBA Ι 22 οἱ δ' hier das neue Cap. β) in VMBA Ι αὐτοὶ V, αὐτοῦ JMBA Ι 23 τινὲς nur in V.)

v.1.p.41.
δοκιμωτάτους τῶν ἐκκληοιῶν προέδρους κεφαλικαῖς ὑπέβαλλον τιμωρίαις, ἀπήγοντό τε καὶ ἐχολάςοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἱ κατὰ μηδὲν ἠόικηκότες. ἤδη δέ τινες καινοτέραν ὑπέμενον τοῦ βίου τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ κατακρεουργούμενοι τμηήματα καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ πάσης τραγικῆς ἀκοῆς φρικτοτἐραν κόλασιν θαλαττίοις βυθοῖς ἰχθύσιν εἰς βορὰν ῥιπτούμενοι.

φυγαὶ δὴ αὐθις ἐπὶ τούτοις ὥσπερ οὖν καὶ σμικρῷ πρότερον τῶν θεοσεβῶν ἐγίνοντο ἀνδρῶν, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι τοὺς τοῦ θεοῦ θεραπευτὰς ὑπεδέχοντο. ἐπεὶ δὲ καὶ ταῦτα τοῦτον προὐχώρει τῷ τυράννῳ τὸν τρόπον, λοιπὸν τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο, ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ οὐχὶ δι' ἔργων ἤδη χωρεῖν, εἰ δὴ μὴ φθάσας τὸ μέλλον ὁ τῶν οἰκείων ὑπέρμαχος ὡς ἐν σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνοταυτῖνον ἐπὶ τὰ τῇδε χειραγωγήσας.