Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οὕτω μὲν δὴ βασιλεὺς ἄγειν ἑαυτόν τε καὶ τὸν αὐτοῦ στρατὸν ἐν ταῖς τῶν πολέμων παρατάξεσι καὶ πάλαι πρότερον εἰώθει, τὸν ἑαυτοῦ θεὸν πρὸ τῆς ψυχῆς ἀεὶ τιθέμενος καὶ πάντα ταῖς αὐτοῦ βουλαῖς πράτειν διανοούμενος ἐν εὐλαβείᾳ τε τιθέμενος τὸν τῶν πολλῶν θάνατον.

ἔνθεν οὐ μᾶλλον τῆς τῶν οἰκείων ἤ τῶν ἐχθρῶν προυνόει σωτηρίας. διὸ καὶ κρατήσασιν ἐν μάχῃ τοῖς οἰκείοις τῶν ἁλόντων φειδὼ ποιεῖσθαι παρῄνει μηδ’ἀνθρώπους ὄντας τῆς ὁμογενοῦς φύσεως ἐν λήθῃ γίγνεσθαι. εἰ δὲ καί ποτε τῶν ὁπλιτῶν τοὺς θυμοὺς ἀκρατεῖς ἑώρα, χρυσοῦ δόσει αὐτοὺς ἐχαλίνου, τὸν ζωγροῦντά τινα τῶν πολεμίων ὡρισμένῃ χρυσοῦ τιμάσθαι προστάττων ὁλκῇ. καὶ τοῦτο δέλεαρ ἀνθρώπων σωτηρίας ἡ βασιλέως εὕρατο σύνεσις, ὥστ’ ἤδη μυρίοι καὶ αὐτῶν ἐσώξοντο βαρβάρων, χρυσῷ βασιλέως τὴν ζωὴν αὐτοῖς ἔξωνουμένου.

[*](1 Exod. 9,12. – 3 ff.: vgl. Sozom. H.E. I, 8 (32). – 9 Exod. 33,7.)[*](1 ὁ <J | 3 Ἀλλ’ — ὥθιε gehört zum vorigen Cap. in VMB| ob ἐμπλακεὶς? Ηkl| βάραθρον schreibt Wil. | σωτῆρι — πορρωτάτω <Μ | 6 στρατοῦ VJ, σταυροῦ ΑΒ 1, στρατοῦ Β 2 | 7 τε <Α |10 εὐνοία ΗSS, ἀρετῇ Ηκl vgl. 48, 22 u. 7,17, εἰλικρινείᾳ V al. | 17 παρεκλεύετο, das zweite ε αυf Ras., J | 18 ἐν V, ν auf Ras. J, ἐς ΜΒΑ| 19 ἐπινίκια, daw zweite ι auf Ras., J | 22 πάντα hier in VJ, nach βουλαῖς in ΜΒΑ| 23 διανοούμενος ἐν <JMBA| 28 αὐτοὺς Ηκl, τ’ αὐτοὺς VJMB, τούτους Α | 29 ὡρισμένους Μ, ὡρισμένον Α, in B unleserlich.)
v.1.p.47.