Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐκπλαγεὶς δ' ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν οἰκείων βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδον τε ἠν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατείας τε καὶ συμμαχίας, ἥ τε ὡν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὐσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν έν ἀσφαλεῖ τ' ἐγίνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἶ κακῶν ἵοι, λῆξαι μὲν τῆς μανιώδους. θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην.

ἀλλ’ ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ' ἤθελεν καὶ νἐμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δὲ οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ' ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἠν δὲ καὶ [*](1 ἐπήγνυτο κατεπείρετο] Hkl Ι 2 ποιουμ. τὴν διακονίαν ~ A Ι 3 ἀλλ’ ἀλλὰ τοῦ V Ι 7 τούτου JMBA | Wortfolge οἱ τῆς ἐναντίας ὁρμὴν MBA Ι 8 τοῖν χεροῖν V, ταῖν χεροῖν MBA, τῶν χειρῶν J, aber beide ω auf Ras. u. ι ügt 11 προκλήσεις φιλικὰς V, πρὸς κλήσεις φιλικὰς J, πρὸς φιλικὰς κλήσεις MBA 11 οὕς Hkl, olq HSS | 13 ἐτρέποντό MBA Ι 14 πλείους δ’ V, ἀλλοι δ’ J, οἱ δ’ MBA Ι 15 ἀλλήλους JMBA Ι 16 Ἐκπλαγεὶς hier nicht neues Cap. in V Ι ἐκπλ δ’ V, μόνος δ’ J, < MBA Ι 17 οἰκείων Val., οἰκετῶν HSS Ι γυμνωθέντα V, J, στερηθέντα MBA Ι 18 < ΜΒΑ | συνειλημμένης MB Ι 19 ὡν] V Ι οὖσα < JMBA Ι πείρα < J im leeren Raume von migef. 5 Buchst βρ. — ὑπηκόου nur in JV, aber in J steht ür εἴσω: ει und ein leerer Raum von 3 Buchst. Ι 24 ἴοι Hkl, εἴη HSS Ι 25 μεταβαλέσθαι 27 μὴ ἀναξίων J Ι ἀ χετο, ει auf Ras., J.)

v.1.p.46.
ἐπ' ἀυτῷ, ὡς ἅρα „ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ“ παλαιῷ τυράννῳ παραπλησίως, φάναι.