Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐκπλαγεὶς δ' ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν οἰκείων βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδον τε ἠν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατείας τε καὶ συμμαχίας, ἥ τε ὡν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὐσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν έν ἀσφαλεῖ τ' ἐγίνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἶ κακῶν ἵοι, λῆξαι μὲν τῆς μανιώδους. θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην.