Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

v.1.p.40.

Ὡδε μὲν οὖν ὁ δηλωθεὶς ἐπὶ τὸν τῶν θεομάχων βυθὸν κατεκρημνίζετο, καὶ ὡν ὀφθαλμοῖς ἐπεῖδεν τοὺς ἐπὶ τῆς δυσσεβείας ὀλέθρους, τούτων τὸν ςῆλον ἐπὶ κακῷ τῷ αὐτοῦ μετιών, τὸν κατὰ Χριστιανῶν διωγμὸν ὥοπερ τινὰ πάλαι κατεσβεσμένην πυρὸς ἀκμὴν ἀνερρίπιζε, δεινοτέραν ἢ οἱ πρόσθεν τὴν τῆς δυσσεβείας ἐξάπτων φλόγα. καὶ δὴ οἷά τις θὴρ δεινὸς ἢ σκολιὸς ὄφις περὶ ἑαυτὸν ἰλυσπώμενος, θυμοῦ τε καὶ ἀπειλῆς θεομάχου πνέων, οὔπω μὲν ἐκ τοῦ προφανοῦς διὰ τὸν Κωνσταντίνου φόβον ταῖς ὑπ' αὐτὸν ἐκκλη- σίαις τοῦ θεοῦ πολεμεῖν ἐτόλμα, κρύπτων δὲ τῆς κακίας τὸν ἰὸν λαθραίας καὶ μερικὰς ἐποιεῖτο τὰς κατὰ τῶν ἐπισκόπων συσκευάς, ἀνῄρει τε δι' ἐπιβουλῆς τῶν κατ' ἔθνος ἀρχόντων τοὺς τούτων δοκιμωτάτους. καὶ ὁ τρόπος δὲ τοῦ κατ' αὐτῶν φόνου ξενίζων τις ἠν, οἶος οὐδὲ πώποτε ἀκοῇ γνωσθῆναι. τὰ γοῦν ἀμφὶ τὴν Ἀμάσειαν τοῦ Πόντου κατεργασθέντα πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκοντιζεν.