Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Kαὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ’ ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ’αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστησι καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττη- [*](1 παντοίοις V | 2 ταῦτα hier fängt das neue Cap. in V an. | 3 ὄντα V, εἶναι JMBA|5 ἐνργὴς MBA | 7 ταῦτα hier nicht neues Cap. in V | 8 αὐτῶ J, Α ἀυτοῦ VMBA| δεξιὸς V al., δεξιῶς HSS| 9 διδάσκαλον Zimm., vgl. Z. 24; διδασκαλίαν ΗSS | 10 γοῦν V, oὖν JMBA| 13 προστησάμενος — V.<JMBA| 14 χρόνον Val., χρόνων HSS | 15 καὶ προσέτι λῷον unerständlich! Wil., wahrsch. Glossem, vgl. 10, 14 | 16 τοῦ—βιου <Hkl| V, <JABA| 18 νικητὴν VJ, νοητὴς ΜΒΑ|20 ὡς Ηκl, ὅσον HSS | 21 τε <Ηκl|22 πανοπλία am Rande V2 (im Teste wird mit enem Zeichen darauf hingewiesen), πανοπλία πανοπλία παντευχία (σο!) JMBA| θηντὸν VA, θνητῶν JMB | 24 εἰς αὐτὸν (vgl. z. I. 13,3 I,39,3) oder ἀληθοῦς Hkl, αὐτοῦ HSS| 25 ἀκοαῖς V. ἀρεταῖς JABA| μαρτυρούμενον ΗSS|τὴν] τῆς V | 26 τὴν V| 26 τὴν V | 29 ἀκθίστησι V, kauqisth JBA, καθέστη Μ.)

v.1.p.10.
τον, εἰσαεὶ νικῶντα τροπαίοις τε τοῖς κατ᾿ ἐχθρῶν διὰ παντὸς φαιδρυνόμενον, βασιλέα τε τοσοῦτον, ὅσος οὔδεὶς ἀκοῇ τῶν πάλαι πρότερον μνημονεύεται γενέσθαι· οὕτω μὲν θεοφιλῆ καὶ οὕτω δ’ εὐσεβῆ καὶ πανευδαίμονα, ὡς μετὰ πάσης μὲν ῥᾳστώνης πλειόνων ἢ οἱ ἔμπροσθεν κατασχεῖν ἐθνῶν, ἄλυπον δὲ τὴν ἀρχὴν εἰς αὐτὴν καταλῆξαι τελευτήν.