Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλ' ὁ μὲν τοῦ διωγμοῦ κατάρξας τοιαύτην ὑπεῖχε δίκην. τούτων δ' αὐτόπτης ὁ πρὸς τοῦ λογου δηλούμενος γεγονὼς ταῦτα τ΄ ἀκριβῶς ἀκριβῶς τῇ πείρᾳ, λήθην λήθην ἁπάντων ἐποιεῖτο. οὔτε τὴν κατὰ τοῦ προτέρου ποινὴν ἀνενέγκας τῇ μνήμῃ οὔτε τὴν ἐκ τοῦ δευτέρου τιμωρὸν δίκην.

ὃς δὴ καὶ αὐτὸς ὑπερβαλέσθαι τὸν πρωτον ὡς ἐν κακῶν πεφιλοτιμημένος ἀγῶνι, καινοτέρων τιμωριῶν

[*](11–18: mit fast denselben Worten Euseb. H.E. VIII, 16, 3-4. 18—24 Euseb. H.E. VIII, 17, 1.)[*](3 παρατραπεὶς — φρένας < JMBA Ι 4 κατεβάλλετο VMB, κατεβάλετο JA 5 οὐδ’ A Ι 6 οὐδ’ VJM Ι 7 ὅστις — ἐκεῖνος < Hkl Ι 8 κατήρχετο V, κατῆρχε JMBA Ι 10 αὐτῶ VJM, αὐτὸν BA μέτεισι αὐτὸν Ι καταρζαμένη V, Hist.EccL, καταρξαμένης JMBA Ι 11 σαρκὸς V, Hist. Eccl., < JMBA Ι 12 ἑαυτῶ MB Ι Wortfolge ἀποστ. γίνεται τοῦ σὠμ. A, γίγνεται Hist. Eccl. Ι 13 τούτω Hist. Eccl.: AR Ι κατὰ] καὶ MBA Ι 14 ἐνδοτάτων VJM, Hist. Eccl.: L, ἐνδοτάτω BA, Hist. Eccl.: die besten HSS Ι 15 σαρκῶν Hkl, vgl. Plat. Leg. 959 C, σωμάτων HSS Ι 16 πιμελῆς, ι auf Ras., J, πημελῆς MB Ι μεταβεβληκότων Μ, μεταβεβηκότων BA Ι 17 φρικτωντάτην MB, φρικτοτάτην, ο auf Ras., J Ι 20 τῶν < J Ι 23 διακελεύετο so M, B undeutlich ταῦτά τ’ V, ταῦτ΄ JMBA Ι 28 ἐκ < Val. Ι ὑποβαλέσθαι MB.)
v.1.p.35.

εὑρέσει καθ’ ἡμῶν ἐκαλλωπίξετο. οὐκ ἀπήρκει γὰρ αὐτῷ πῦρ καὶ σίδηρος καὶ προσήλωσις οὐδέ γε θῆρες ἄγριοι καὶ θαλάσσης βυθοί, ἤδη δὲ πρὸς ἅπασι τούτοις ξένην τινὰ κόλασιν αὐτὸς ἐφευρών, τὰ τοῦ φωτὸς αἰσθητήρια λυμαίνεσθαι δεῖν ἐνομοθέτει. ἀθρόα δῆτα πλήθη οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ παίδων καὶ γυναικῶν, ὁράσεις δεξιῶν ὀφθαλμῶν ποδῶν τ΄ ἀγκύλας σιδήρῳ καὶ καυτῆρσιν ἀχρειού- μενα, ταλαιπωρεῖσθαι μετάλλοις παρεδίδοτο.

ὡς εἴνεκα καὶ τοῦτον οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δικαιοκρισία μετᾐει, ὅτε δαιμόνων ἐλπί- σιν, ὧν δὴ ᾤετο θεῶν, ὁπλιτῶν τε μυριάσιν ἀναρίθμοις ἐπιθαρσήσας πολέμῳ παρετάττετο. τηνικαῦτα γὰρ γυμνωθεὶς τῆς ἐκ θεοῦ ἐλπίδος ὑπεκδύεται τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς τε καὶ ἀνάνδρως ὑποδὺς τὸ πλῆθος δρασμῷ τὴν σωτηρίαν ἐπινοεῖ, κἄπειτα κρυπταζόμενος ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας ἐν οἰκέτου σχήματι διαλανθάνειν ᾤετο. ἀλλ' οὐχὶ καὶ τὸν μέγαν καὶ τῆς καθόλου προνοίας διαδέδρακεν ὁφθαλμόν. ὡς γὰρ ἐν ἀσφαλεῖ λοιπὸν κεῖσθαι αὐτῷ τὴν ξωὴν ἤλπισε, βέλει θεοῦ πεπυρωμένῳ πληγὶς πρηνὴς ἔκειτο, θεηλάτῳ πυρὶ τὸ πᾶν δαπανώμενος σῶμα, ὡς τὸ πᾶν εἶδος αὐτῷ τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν όστέων καὶ] κατεσκελετευμένων νων δίκην εἰδώλων περιλειφθέντων αὐτῷ μόνων. LIX. Σφοδροτέρας δὲ τῆς τοῦ θεοῦ πληγῆς ἐνταθείσης προπηδῶσιν αὐτῷ τὰ ὄμματα, τῆς τε οἰκείας λήξεως ἐκπεσόντα πηρὸν αὐτὸν ἀφίησιν, ἃ κατὰ τῶν τοῦ Μοῦ μαρτύρων πρῶτος ἐφεῦρε κολαστήρια, ταῦθ' ὑπομείναντα δικαιοτάτῃ τοῦ θεοῦ ψήφῳ. καὶ δὴ ἔτ' ἐμπνέων ἐπὶ τοῖς τοσούτοις ὁψέ ποτε καὶ οὗτος τῷ Χριστιανῶν ἀνθωμο θεῷ καὶ τὰς οἰκείας ἐξηγόρευε θεομαχίας, παλινῳδίας τε συνέταττεν ὁμοίως τῷ προτέρῳ καὶ αὐτός, νόμοις καὶ διατάγμασιν ἐγγράφως τὴν οὐκείαν περὶ οὓς ᾤετο θεοὺς πλάνην ὁμολογῶν, μόνον τε τὸν Χριστιανῶν αὐτῇ πείρᾳ θεὸν ἐγνωκέναι μαρτυρόμενος. ταῦτ' ἔργοις μαθὼν ὁ Δικίνιος ἀλλ' οὐ παρ' ἐτέροις ἀκοῇ πυθόμενος τοῖς αὐτοῖς ἐπεφύετο, ὥσπερ τινὶ σκοτομήνῃ τὴν διάνοιαν ἐγακλυπτόμενος.

[*](1-28: vgl. Euseb. H.E. IX, 16.)[*](1 γὰρ V, γοῦν JMBA Ι 2 θαλάσσης V, θαλάττης JMBA 6 ἀχριούμενα MB 7 τοῦ- τον JA, τούτων V, τοῖς MB Ι 8 lieber μακρὸν Ι ἐλπίσιν BSS, πλήθεσιν Hkl, vgl. 47,28 Ι 0 ἀναρίθμοις V, ἀναριθμήτοις JMBA Ι ἐπιθαρσήσας V, ἐπιθαρρήσας JMBA Ι 14 ὤχετο MB Ι 15 ὀφθαλμὸν ΜΒ Ι ὡς hier neues Cap. ξ) in V Ι 17 πυρὶ V, Hisfc. Eccl., πληγῇ JMBA Ι 17 αὐτῶ VJ, αὐτοῦ MBA Ι 18 καὶ < Hkl Ι κατεσκηλιτευμένων κατεσλετευμένων, aber κε über σλ J, κατεσλευτευμένων MB, in Μ σ aus χ, κατεσκελετευμένων A Ι 19 περιληφθέντων V Ι 20 αὐτῶ VJ, αὐτοῦ MBA Ι 21 οἰκείας < J Ι 22 ταῦτ’ J Ι 23 τοῦ θεοῦ V, < JMBA Ι 26 ἐγγράφοις J Ι 27 ὤετο V, ἔθετο JMBA Ι τε V, δὲ JMBA Ι 28 μαρτυρόμενος JA, μαρτυρούμενος VMB Ι 29 λικλίννιος JA, λικήνιος B Ι οὐ παρ’ ἑτέροις ἀκοῆ V, οὐκ ἀκοῆ παρ' ἑτέρων JMBA Ι Nach dem Ende des Buches: λόγος α in V.)