Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὡς δ’ οὐκ εἶχεν οὐδ' ἐν τούτῳ τοὺς ὑπακούοντας, γυμνῇ λοιπὸν τῇ κεφαλῇ τοὺς κατὰ πόλιν στρατιώτας ἡγεμονικῶν ταγμάτων ἀποβάλλεσθαι, εἰ μὴ τοῖς δαίμοσιν αἱροῖντο θύειν, παρεκελεύετο. ἐγυμνοῦντο δῆτα τῶν κατὰ πᾶν ἔθονς ἀξιωμάτων αἱ τάξεις ἀνδρῶν θεοσεβῶν, ἐγυμνοῦτο δὲ καὶ αὐτὸς ὁ τούτων νομοθέτης εὐχῶν, ὁσίων ἀνδρῶν ἐαυτὸν στερήσας. τί δὲ δεῖ τῶν ἐκτὸς μνημονεύειν, ὡς

[*](18 vgl. Euseb. H.E. Κ, 8, 10.)[*](1 παρήγγελεν MB Ι 2 ἱερὸν νόμον Val., ἱερωμένον HSS Ι τιμῆ τῆ πρὸς τὸν ἱερωμένον V + τιμῆ V2 über der Z. Ι τῇ πρὸς] τῶν πρὸς B Ι 3 ἐξάρχων V, ἀρχόμενος J, < MBA Ι ταὐτὸν V, ταὐτὸ JMBA Ι τὰ + Wil. Ι 6 ἐπειδήπερ VJ, ἐπειδὴ MBA Ι εἴσω] ἴσος εἴσω M, ἴσω B, σ über der Ζ. von B2 Ι 7 τοῦ θεοῦ δέχεσθαι V, εἰσέρχεσθαι JMBA Ι 14 ὁ] οὐ V Ι 15 τε δρῶν ~ MBA Ι μοιχείας, ει aus ι, J 16 τῆς + Val. Ι 17 Διὸ — ἐτίθει ört zum vorigen Cap. in VMB Ι 23 παιδίῳ MB Ι 24 τὸν] τῶν MB Ι 25 κοινῷ] καλῶ J, τῶ κοινῷ ümlich, vgl. doch III, 39, 2 Ι 27 τῆ < V.)
v.1.p.33.

τοὺς ἐν εἱρκταῖς ταλαιπωρουμένους μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι ἐκέλευσε, μηδ’ ἐλεεῖν τοὺς έν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ' ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ’ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἐλκομένους; καὶ ἠν γε νόμων οὑτος ἄντικρυς ἀναιδὴς καὶ παρανομώτατος, πᾶσαν ήμερον ὐπρακοντίξων φύσιν, ἐφ' ᾦ καὶ τιμωρία προσέκειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνθσθαι τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν τοὺς τὰ φιλάνθρωπα διακονουμένους.