Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐν τούτοις δ’ ὄντι αὐτῷ μηχανὴν θανάτου συρράπτων ἁλοὺς τῶν τὴν ἀρχὴν ἀποθεμένων ὁ δεύτερος αἰσχίστῳ καταστρέφει θανάτῳ. πρώτου δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς ἀνδριάντας τε καὶ ὅσα ἄλλα τοιαῦτα ἐπ' ἀναθέσει τιμῆς νενόμιστο πανταχοῦ γῆς ὡς ἀνοσίου καὶ δυσσεβοῦς καθῄρουν.

εἶτα δὲ καὶ μετὰ τοῦτον τῶν πρὸς γένους ἕτεροι κρυφίους αὐτῷ συρράπτοντες ἐπιβουλὰς ἡλί- σκοντο, παραδόξως τοῦ θεοῦ τὰς τούτων ὰπάντων βουλὰς τῷ αὐτοῦ θεράποντι διὰ φασμάτων ἐκκαλύπτοντος.

καὶ γὰρ δὴ καὶ θεοφανείας

[*](22 ἐν τούτοις — 26 καθᾐρουν: ähr dasselbe Euseb. H.E. VIII, 13, 15 vgl. auch IX, 11, 2.)[*](2 ἔνθεν hier neues Cap. in V | 4 πονηροῦ τινος < MBA Ι 5 παρορμῶντος] πα- ρανομοῦντος MB Ι 9 lieber πάντα Hkl Ι 11 αὐτὸν — ζημιοῦσθαι < JMBA Ι 13 ἰ βολῇ Hkl, ὑπερβολὴ HSS Ι 14 οὗν < MBA Ι 15 ἄτρυτον Val., ἄτρωτον HSS, aber ω ändert in υ in A Ι 17 Wortfolge καὶ πάντη MBA Ι 20 δὲ Cod. X. τε VJMBA 23 τᾶ,ν — δεύτερος] ὁ μετὰ τὴν ἀπόθεσιν ἐπανῃρῆσθαι δεδηλωμένος Hist, EccL, aber diese Worte fehlen doch in den zwei besten HSS der H.E.: Paris. 1430 (A) u. Vatic 399 (R) Ι 24 πρώτου Hist. Eccl., πρὸ HSS Ι 25 ὡς Hist. Eccl. und V, < JMBA 26 καὶ δυσσεβ. Hist. Eccl. u. VJ, τε καὶ δυσσεβ MBA.)
v.1.p.30.

αὐτὸν πολλάκις ἠξίου, παραδοξότατα θείας ὄψεως ἰπιφαινομένης αὐτῷ παντοίας τε παρεχούσης πραγμάτων ἔσεσθαι μελλόντων προ- γνώσεις. τὰ μὲν οὖν ἐκ θεοῦ χάριτος ἀδιήγητα θαύματα οὑδ' ἔστι λόγῳ περιλαβεῖν δυνατόν, ὅσα περ θεὸς αὐτὸς τῷ αὐτοῦ θεράποντι παρέχειν ἠξίου.

οἷς δὴ πεφραγμένος έν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγεν, χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ οἶς τοὺς ὑπ' αὐτῷ πάντας εὔθυμον διατελοῦντας ἑώρα βίον, ὑπερ- βαλλόντως δὲ ἐνευφαινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ φαιδρότητι.