Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Παντοίας τε χρημάτων διαδόσεις τοῖς ἐνδεέσι ποιούμενος. τούτων δ' ἐκτὸς καὶ τοῖς ἔξωθεν αὐτῷ προσιοῦσι φιλάνθρωπον καὶ εὐεργετικξὸν παρέχων ἐαυτόν, τοῖς μὲν ἐπ' ἀγορᾶς μεταιτοῦσιν οἰκτροῖς τισι καὶ ἀπερριμμένοις οὐ χρημάτων μόνον οὐδέ γε τῆς άναγκαίας τροφῆς ἀλλὰ καὶ σκέπης εὐσχήμονος τοῦ σύματος προὐνόει, τοῖς δ εὖ μὲν τὰ πρῶτα γεγονόσι βίου δὲ μεταβολῇ δυστυχήσασι δαψιλεστέρας [*](2 συγκλήτω V, aber ου über der Zeile V2 Ι 3 δυναστείαι V. αις über der Zeile V2 Ι 4 καθαρωτέρου Hkl, καθαρότερον V, καθαρωτέρων JBA, καθαρωτάτων Μ Ι 5 τῶ ὡκεανῶ τῶ J Ι περιορίζετο V; vgl. 10,27 Ι 8 διετέλει V, διετέουν JMBA Ι 11 cufann. V, ὑφαρπ. JMBA | in δωρούμενον steht ov anfBaa. .1 I 13 ἠλευθέρου V. aber v über der Zeile V2 | δὲ V, τε JMBA | 16 αὐτοὺς διὰ VJ. ὡς διὰ MBA ν < JMBA, διὰ τιμῆς ἄγων bedenklich Wil., διὰ παντὸς τιμῶν Hkl Ι IS τῇ τοῦ σχήματος] τῷ σχήματι J Ι 20 ἐν ἐκ. τιμωμ. < ΜΒΑ Ι Wortfolge τὸν θεὸν δ' ἐποπτεύειν ἐδόκει A Ι 30 ἀπερρημένοις V.)

v.1.p.28.
παρεῖχε τὰς χορηγίας· βασιλικῷ γε τοι φρονήματι μεγαλοπρεπεῖς τὰς εὐποιίας τοῖς οὕτως ἔχουσι παρέχων, τοῖς μὲν ἀγρῶν κτήσεις ἐδωρεῖτο τοὺς δὲ διαφόροις άξιώμασιν ἐτίμα. καὶ τῶν μὲν ὀρφανίαν δυστυχησάντων έν πατρὸς ἐπεμέλετο χώρᾳ, γυναικῶν δὲ χηρῶν τὸ ἀπερίστατον ἀνακτώμενος δέ οἰκείας ἐτημέλει κηδεμονίας, ὥστ' ἤδη καὶ γάμοις ζευγνύναι γνωρίμοις αὐτῶ καὶ πλουσίοις ἀνδράσι κόρας ἐρημίᾳ γονέων ὀρφανωθείσας. καὶ ταῦτ' ἔπραττεν προδιδοὺς ταῑς γαμουμέναι ὅσα ἐχρῆν τοῖς λαμβάνουσι πρὸς γάμου κοινωνίαν εἰσφέρειν. ὤσπερ δ' ἀνίσχων ὑπὲρ γῆς ἥλιος ἀφθόνως τοῖς πᾶσι τῶν τοῦ φωτὸς μεταδίδωσι μαρμαρυγῶν, κατὰ τὰ αὐτὰ τὴ καὶ Κωνσταντῑνος ἅμα ἡλίῳ ἀνίσχοντι τῶν βασιλικῶν προφαινόμενος, προφαινόμενος, ὡσανεὶ συνανατέλλων τῷ κατ’ οὐρανὸν φωστῆρι, τοῖς εἰς πρόσωπον αὐτῷ παριοῦσιν ἅπασι φωτὸς αὐγὰς τῆς οἰκείας ἐξέλαμπε καλοκαγαθίας. οὐκ ἦν ἁπλῶς αὐτῷ πλησίον γενέσθαι μὴ οὐχὶ ἀγαθοῦ τινος ἀπολαύσαντα, οὐδ' ἦν ποτ' ἐκπεσεῖν ἐλπίδος χρηστῆς τοῖς τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας προσδοκήσασι.