Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὁ μὲν οὖν θεοφιλὴς βασιλεὺς ὧδέ πη τῇ τοῦ νικοποιοῦ σταυροῦ ὁμολογίᾳ λαμπρυνόμενος σὺν παρρησίᾳ πάσῃ τὸν υἱὸν τοῦ [*](1 Exod. 15,11. — 3ff. vgl. Gelas. Cyzic. I, 6. — 16 φωνῇ — 20 φυλακτήριον: ähr dasselbe Laus Const. IX, 8.) [*](2 ἐν δόξως VJAB, aber B änderte ω in αι, ἐν δόξοις M, ἐν δόξαις Hist. Eccl., Vet. Test. Ι 5 εἰς V, ἐπὶ JMBA Ι 9 ὑπεδέχοντο JMBA, ὑποδεχομένων Hist. Eccl., προσεδέχοντο V Ι 13 μηδ’ Hist. Ecel., μητ' HSS | 15 φωνῇ Laus Const., γραφῇ VJMBA Ι 16 ἀνεκήρυττε V, ἀνεκηρύττετο JMBA Ι 17 τε] δὲ JM Ι 18 σημεῖον τῆς Ῥωμαίων auf Ras. J | 20 ὑπὸ etwas ümlich! Ι 21 δεδημοσιευμένων HSS Ι ἐν τῷ μάλιστα + Wil. nach Hist. Eccl., Gelas. Ι 22 δὴ] δὲ VJM Ι τὴν < J Ι αὐτοῖς < MBA Ι 24 ἡμῶν MB Ι 26 ἀποκατέστησα JA, Hist. Eccl., ἀπεκατέστησα VMB Ι 27 τῇ < JMBA Ι 28 σταυροῦ] σρσ (= σωτήρος) V Ι πάση V, πολλῆ JMBA.)

v.1.p.27.
θεοῦ Ῥωμαίοις αὐτοῖς αὐτοῖς γνώριμον ἐποίει. πάντες δ' ἀθρόως οἱ τὴν πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμων πλήθεσιν, ὡσανεὶ πικρᾶς καὶ τυραννικῆς ἀναπνεύσαντες δυναστείας, φωτὸς ἀπολαύειν ἐδόκουν καθαρωτέρου αύγῶν καινοῦ τε καὶ νέου βίου παλιγγενεσίας μετέχειν. ἔθνη τε πάνθ' ὅσα ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιωρίζετο, τῶν πρὶν συνεχόντων κακῶν ἠλευθερωμένα, πανηγύρεσι φαιδραῖς ἐνευφραινόμενα τὸν καλλίνικον τὸν θεοσεβῆ τὸν κοινὸν εὐεργέτην ἀνυμνοῦντα διετέλει, φωνῇ τε μιᾷ καὶ ἑνὶ στόματι κοινὸν ἀγαθὸν ἀνθρώποις ἐκ θεοῦ χάριτος οἱ πάντες Κωνσταντῖνον ὡμολόγουν ἐπιλάμψαι. ἡπλοῦτο δὲ καὶ βασιλικὸν ἁπανταχοῦ γράμμα, τοῖς μὲν τὰς ὑπάρξεις ἀφαρπαγεῖσι τὴν τῶν οἰκείων ἀπόλαυσιν δωρούμενον τοὺς δ' ἄδικον ἐξορίαν ὑπομείναντας ἐπὶ τὰς σφῶν ἀνακαλούμενον ὲστίας, ἡλευθέρου δὲ καὶ δεσμῶν παντός τε κινδύνου καὶ

δέους τοὺς ὑπὸ τῆς τυραννικῆς ὠμότητος τούτοις ὑποβεβλημένους.