Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Μία γοῦν τις 〈γυνὴ〉 τῶν αὐτόθι ουγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο Χριστιανὴ δ' ἦν), τόν τε ἄνδρα τὸν αὑτῆς ἔγων δέους ἔνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κκόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρον πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ’ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετεπειτα γενησομένους ἐξέφηνεν. αὕτη μεν οὐν τοιαύτη τις ὤφθη.