Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ ταῦτα σμικρὸν ὕστερον. κατὰ δὲ τὸν δηλωθέντα χρόνον τὴν παράδοξον καταπλαγεὶς ὄψιν, οὑδ' ἓτερον θεῶν ἢ τὸν ὀφθέντα δοκιμάσας σέβειν τοὺς τῶν αὐτοῦ λόγων μύστας ἀνεκαλεῖτο, καὶ τίς εἴη θεὸς ἡρώτα ἠρώτα τίς τε ὁ τῆς ὀφθείσης ὄψεως τοῦ σημείου λόγος. οἱ δὲ τὸν μὲν εἶναι θεὸν ἔφασαν θεοῦ τοῦ ἑνὸς καὶ μόνου μονογενῆ παῖδα, τὸ δὲ σημεῖον τὸ φανὲν σύμβολον μὲν ἀθανασίας εἶναι τρόπαιον δ' ὑπάρχειν τῆς κατὰ τοῦ θανάτου νίκης, ἣν ἐποιήσατό ποτε παρελθὼν ἐπὶ γῆς, ἐδίδασκόν τε τὰς τῆς παρόδου αἰτίας, τὸν ἀκριβῆ λόγον αὐτῷ τῆς κατ' ἀνθρώπους οἰκονομίας ὑπο τιθέμενοι. ὁ δὲ καὶ τούτοις μὲν ἐμαθητεύετο τοῖς λόγοις, θαῦμα δ εἶχε τῆς ὀφθαλμοῖς αὐτῷ παραδοθείσης θεοφανείας, συμβάλλων τε τὴν οὐράνιον ὄψιν τῇ τῶν λεγομένων ἐρμηνείᾳ τὴν διάνοιαν ἐστη- ρίζετο, δεοδίδακτον αὐτῷ τὴν τούτων γνῶσιν παρεἶναι πειθόμενος. καὶ αὐτὸς δ' ἤδη τοῖς ἐνθέοις ἀναγνώσμασι προσέχειν ἡξίου. καὶ δὴ τοὺς τοῦ θεοῦ ἱερέας παρέδρους αὐτῶ ποιησάμενος τὸν ὀφθέντα θεὸν πάσαις δεῖν ὥετο θεραπείαις τιμᾶν. κἄπειτα φραξάμενος ταῖς εἰς [*](3 τοὔνομα V, ὄνομα, ὄ auf Ras., J Ι διὰ — χαρακτήρων < Hkl Ι 4 ῥῶ VMB, ρ oder ρ JA Ι καὶ nur in V Ι 6 τοῦ] τούτω V, τοῦτο, aber το ausradiert, J Ι 8 αὐγὰς Wil. Ι καθυφασμένον MBA Ι 9 παρέχ(ον VMB, παρέχον (aber ο aus ω ändert J, A | 11 ὐπελάμβανε J Ι 13 διαγραφέντος Val., διαγράφοντος HSS Ι 17 τὰ τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν,)

v.1.p.23.
αὐτὸν ἀγαθαῖς ἐλπίσιν ὥρμητο λοιπὸν τοῦ τυραννικοῦ πυρὸς τὴν ἀπειλὴν κατασβέσων.