Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Μόνῳ δ’ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον, τοῖς γὰρ ὑπ’ αὐτὸν βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ’ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύθημα δίδωσιν ἤ θύσασι τοῖς δαίμοσι ἐξεῖναι παρ’ αὐτῷ μένειν καὶ τῶνσυνήθων μεταλαγχάνειν τιμῶν, ἤ μὴ τοῦτο πράξασιν τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ’ ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς [*](26 ff. vgl. Sozom. H.E. I, 6.) [*](2 φαιδραῖς V 1, οι am Rande V 2 | 3 παρὰ τοῦ] παρ’ αὐτοῦ MA | ἥκοντας < MBA | 5 διακον. — 7 παρεσκ. <ΜΒΑ| διακονίσασθαι V | 6 ἐπιθένας V, ἐπιθέντας J | . . .z . B. κρεῖττονα εἶναι Wil. | 8 δή V, δ’ JMBA|9 ὑπασπισταῖς JMBA|11 ἀποχωρ. V, ὑποψωρ. JMBA|ὑποστέλλεσθαι J | 12 τ’ Hkl, δ’ ΗSS|14 τῆς] τῆ V| 15 ὁσίας V al., αἰσίας ΗSS | περιέχοιεν ἄν J | 16 γὰρ <V | 21 θεοσεβῶν V, 26 αὐτὸν Ηκl, αὐτῶν V, αὐτῶ J, αὐτοῦ ΜΒΑ|ἐξ αὐτῶν οἰκείων <ΜΒΑ| 29 ἑαυτῶν V.)

v.1.p.16.
ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἁπεδέχετο. κἄπειτα τοὺς μὲν ὡσὰν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι άξίους ἀπέφαινε. πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν πίστιν τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους δεῖν περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων θησαυρῶν περὶ πολλοῦ τιμᾶσθα.