De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πάλιν οὕτως ἢν ὁ πατὴρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῶ πατρί, [*](ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτων καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται.) ὡς ὁ θεῖος ἀπόστολος καὶ ἶερι πάντων διδάσκει τῶν τῆς ἐπουρανίου βασιλείας ἀξίων λέγων· »τότε ἔοται ὁ θεὸς πάντα ἐν πᾶσιν«, ὡς καὶ τὸ »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« λέλεκται, ἀλλὰ καὶ ἡμεῖς δ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν« καὶ ταῦτα πάντα περὶ ἡμῶν λέλεκται, τῶν κατ’ ἰδίαν ὑπόστασιν ὑφεστώτων καὶ ξώντων καὶ μηδὲν ἐχόντων κοινὸν πρὸς τὴν πατρκην θεότητα.

τί δὴ οὑν χρὴ θαυμάξειν, εἰ καὶ ἐπὶ τοῦ υἱοῦ αἱ παραπλήσιοι φέρονται φωναί, οὐκ ἀναιροῦσαι μὲν αὐτοῦ τὴν ὑπόοταοιν οὐδ’ αὐτὸν εἶναι πατέρα καὶ υἱὸν διδάσκουσαι, τὴν δὲ τοῦ πατρὸς πρὸς αὐτὸν ἰδιάζουσαν καὶ ἐξαίρετον τιμὴν καὶ δόξαν τῆς μονογενοῦς καὶ θεικῆς κοινωνίας παρ- παριστῶσαί;

οὕτως οὑν καὶ »ὁ ἑωρακὼς« αὐτὸν »ἑώρακεν τὸν πατέρα«. [*](ὅπως χρὴ νοεῖν τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«.) τῷ μόνον αὐτὸν καὶ μηδένα ἄλλον εἰκόνα εἶναι »τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα τῆc δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ« »ἐν μορφῇ« τε »θεοῦ« ὑπάρχειν κατὰ τὰς ἀποστολικὰς δι- δασκαλίας. ὡς γὰρ καὶ ὁ τὴν βασιλικὴν εἰκόνα τὴν ἐπ’ ἀκριβὲς ἀφωμοιωμένην αὐτῷ τεθεαμένος τοὺς τῆς μορφῆς τύπους διὰ τῆς γραφῆς ἀποματτόμενος φαντασιοῦται τὸν βασιλέα, τὸν αὐτὸν τρόπον μᾶλλον δ ὑπὲρ πάντα λόγον παντός τε ἐπέκεινα παραδείγματος ὁ νῷ διαυγεῖ καὶ ψυχῆς κεκαθαρμένοις ἁγίῳ τε πνεύματι πεφωτιομέ- νοῖς ὄμμασιν τῷ τε μεγέθει τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ γυρίου δυνάμεως ἐνατενίσας καὶ ἐννοήσας, ὅπως »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα« πατρικῆς »θεότητος« καὶ ὡς τὰ σύμπαντα »δι αὐτοῦ ἐγένετο« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς τῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα« λογισάμενός τε ὡς μόνον αὐτὸν υἱὸν μονογενῆ ἐγέννα ὁ πατὴρ κατὰ πάντα ἀφωμοιωμένον αὐτῷ. δυνάμει καὶ αὐτὸν ὄψεται τὸν πατέρα διὰ τοῦ υἱοῦ, θεωρούμενον τοῖς τὴν διάνοιαν κεκαθαρμένοις περὶ ὧν εἴρηται τὸ »μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψοντα«.

ταῦτα μὲν οὖν προθεμένοις ἡμῖν σκοπὸν τὴν βραχυλογίαν ὡς ἐν ἐπιτομῇ γεγυμνάσθω. πλείστης δὲ ὅσης ἐξεργασίας δέο μένων τῶν [*](3 Ι Kor. 1δ, 28 — ιι Kor. 6, 16 — 5 Act. 17, Ρ8 — 13u. 14fifR Joh. 149 — 14 Kol. 1, 15 — 15 Hebr. 1, 3 — 16 Phil. Ρι 6 — 23 Kol. 2, 9 — 24 Job. 1, 3 — 25 Kol. 1,16 — 29 Matth. δ, 8) [*](1 bier a. R. ἴθ’ V Ι 4 ἀλλὰ] + ὡς Mo Ι καὶ2] Ψ τὸ? | 13 hier a. R. κ Υ Ι 14 R ὁ üb. d. Ζ. V2 Ι 14 μηδὲνV* corr. Υ2 Ι 29 περὶ V2 a. R. καὶ δι’ V* Ι 31 προθέμενος V, corr. V2)

v.4.p.182.
κατὰ τὸν τόπον ὅτῳ μέλει τῆς τούτων ἀκριβοῦς καταλήψεως τοῖς εὐαγγελικοἶς καὶ ἀποστολικοῖς ἀναγνώσμασιν τὴν διάνοιαν ἐπερείσας τὸν πάντα νοῦν ἐξ αὐτῶν ἐπὶ σχολῆς ἀναλέξεται μυρίων γε μὴν καὶ ἄλλων ἀσυναρτήτως ἐν τῷ Ναρκέλλου ουγγράμματι συμπεφορη- μένων, πλείστων τε ὅσων ἐναντίως τῷ βουλήματι τῆς γραφῆς εἰρη- μένων ἑτέρων τε βεβιασμένων καὶ μηδεμίαν σωσάντων ἀκολουθίαν, κοινὸν τὸν ἔλεγχον κατάφωρον γεγονέναι παρὰ τοῖς εὖ φρονοῦσιν διὰ τῶν ἡμῖν ἐξητασμένων ἡγούμενος, τούτοις ἀρκεσθήσομαι.

[*](2 ἀγγελικοῖς V*, corr. V1(?) | 7 κεινῶν V*, corr. V2)