De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ ὁ εἰπὼν δὲ προφήτης »ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ. διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« καὶ τὸ »γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον« τὸ κτίζων τὐκ ἐπὶ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν·

οὐδὲν γὰρ »πρόσφατον ὑπὸ τὸν ἣλιον«. ἀλλ’ ἢν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ’ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς »ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας«, ἐπληρώθησάν τε »πνεύματος ἁγίου«, καὶ [*](5 ff—s. 141, 14 vgl. Socrates h. e. 2, 21: καὶ ἐν τρίτῳ δὲ ὁ αὐτός, διδάσκων πῶς δεῖ τὸ κτίσμα τὴν λέξιν ἐκδέχεσθαι, τοιάδε φησίν· τούτων τοίνυν ὡδε — κατέταξε. τοιαῦτα μὲν ὁ Εὐσέβιος ἐν τοῖς πρὸς Μάρκελλον διέξεισιν. — 4 1 Kor. 1, 24 — 6 Prov. 8, 22 — 13 Prov. 8, 22 — 15 Ι Pet. 2, 13. 14 — 18 Amos 4, 12. 13 — 20 Ps. 101, 19 — 24 Prediger 1, 9 — 26 Act. 2, 2. 4) [*](5 τούτων] + τοίνυν Socr. | ὧδε ἐπικατασκευαζομένων Socr. (cod. Sfort. = Euseb.) | 6 ἐξ—προσώπον <Socr. | τοῦ üb. d. Z. V2 | 7 λέγει Socr. λέγοι V | 9 ταῦτα Socr. | ὁμοίως nach ὄντος Socr. | 10 ἢ v*, corr. v2; δ Socr. | 12 ὑπὸ] + τοῦ Socr. | ἑαυτοῦ Socr. | 14 οὖν Socr. | 14 f ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει Socr. | 20—21 καὶ1—κύριον <Socr., vielleicht mit Recht Ι οὐκ Socr. | ἐπὶ] ἐκ Socr. | 23 δι’ αὐτοῦ <Socr. (nicht Niceph.) Ι 27 τε] δὲ Socr.)

v.4.p.141.
οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ »διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« τοῦ μὲν »κτίζων« ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ’ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ »καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός« , οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ’ ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο.

οὕτως εἴρηται καὶ τὸ »ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον« ἀντὶ τοῦ συναγάγῃ· ὅρα μήποτε τοιοῦτόν ἐστιν καὶ τὸ »ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα« καὶ τὸ »εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις« καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὑν εἰ μεταφορικῶς καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὑδῶν αὐτοῦ« τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ »ἐξομολγοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις« οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν καθ’ ὃ λέ- λέκται ἐν ἑτέροις »ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας«) φαμὲν ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ »εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς« τοῦ ἐξομολογεῖσθαι λελεγμένου.

μυρία δ’ ἄν τις εὕροι σχολῇ ζητήσας τῴ κατὰ μεταφορὰν τρόπῳ δι’ ὅλης τῆς θείας γραφῆς εἰρημένα, καὶ ἄλλα πολύσημον ἔχοντα τὴν διάνοιαν, καὶ ὁμωνύμως ἕτερα διαφόρων πραγμάτων κατηγορούμενα, περὶ ὦν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παροντος καιροῦ διεξιέναι.

οὕτως οὑν καὶ ἐνταῦθα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἀντὶ τοῦ κατέταξέν με εἰς τὸ ἄρχειν τῶν ἔργων αὐτοῦ λέλεκται· διὸ οὐχ ἁπλῶς »ἔκτισέν με« εἴρηται, ἀλλὰ μετὰ προσθήκης τῆς »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«. τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραικὴ λέξις.

εἰ γοῦν τις ἐξακριβάσαιτο τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφὴς, εὕροι ἂν τὴν Ἑβραικὴν ἀνάγνωσιν οὐ περιέχουσαν τὸ »ἔκτισέν με«, διόπερ [*](2 ff Amos 4, 13 — 6 Ps. 50. 12 — 8 Eph. 2, 15 — 10 Eph. 4, 24 — 11 II Kor. 5, 17 — 13 Prov. 8, 22 — 16 Matth. 11, 25. Luk. 10, 21 — 19 Jak. 5, 15 — 21 Matth. 11, 25. Luk. 10, 21 — 26 Prov. 8, 22 — ff Prov. 8, 22 — 32 Prov. 8, 22 — 30 ᾖ vgl. Basil. c. Euuom. II, 20) [*](3 ἀπαγγέλλων Socr. | 4 μὲν <Socr. | 7 αὐτῷ V2 Socr. αἰτῶν V* | 8 τὸ <Socr. | 9 συναγάγῃ] + καὶ? | 11 οὖν auch Socr. <NT (Niceph.) | 12 τοιούτῳ τρόπῳ Socr. | 13 οἶν <Socr. | 16 τὸ V, corr. Kl | 31 εξακριβώσαιτο V2 vgl. Register ἐξακριβάσαιτο V* | τὸν ἀληθινοῦν V, corr. m)

v.4.p.142.
οὐδὲ τῶν λοιπῶν ἑρμηνευτῶν ταύτῃ τις κέχρηται τῇ λέξει. αὐτίκα δ᾿ οὖν ὁ μὲν Ἀκύλας »κύριος ἐκτήσατό με κεφάλαιον τῶν ὀδών αὐτοῦ« εἴρηκεν, ὁ δὲ Σύμμαχος »κύριος ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ«, ὁ δὲ Θεοδοτίων »κύριος ἐκτήσατό με ἀρχὴν ὁδοῦ αὐτοῦ«.

καὶ ἔχοι γ’ ἂν λόγον ἡ ἑρμηνεία. τὸ γὰρ κεφάλαιον τῆς τῶν γενητῶν ἁπάντων, ὁρωμένων τε καὶ ἀφανῶν, συστάσεως τε καὶ σωτηρίας αὐτὸς ἦν, ὃν ἐγέννα μὲν ὁ πατὴρ υἱὸν μονογενῆ, γεννήσας δὲ κατέταττεν σωτῆρα τῶν ὅλων, ἀνακεφαλαιούμενος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ τὴν διάταξιν τοῦ παντός, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰπὼν »ἀνακεφαλαιώσασθαι πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«, ὡς μὴ μόνον τὰ σύμπαντα δι’ αὐτοῦ συστῆναι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, ἀλλὰ καὶ τῆς τώ ὅλων διοικήσεως τὴν πρόνοιαν ἀναδέχεσθαι αὐτὸν ἅτε λόγον ὄντα καὶ σοφίαν καὶ ζωὴν παντός τε καλοῦ καὶ ἀγαθοῦ πλήρωμα, ὡς δι’ αὐτοῦ κυβερνᾶσθαι καὶ διασῴζεσθαι τὰ σύμπαντα.

τοῦτο δὲ καὶ διὰ τῶν προτεθέντων λογίων αὐτὸς παρίστη, δι’ ὧν ἔφασκεν »δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς«.

λόγοις δ’ οὖν ἀρρήτοις τῆς καθόλου σοφίας τε καὶ προνοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὰ σύμπαντα διοικεῖται. ταῦτ’ οὑν διὰ τῶν προεκτεθέντων ἐδίδασκεν, προὔτρεπέν τε ἔχεσθαι αὐτοῦ φάσκων »ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν«, ἀπέτρεπέν τε τῆς ἐναντίας ὁδοῦ δι’ ὧν ἐπήγαγεν »ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν«.

καὶ δὴ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ ὁ τοῦ θεοῦ υἱὸς (αὐτὸς γὰρ ἠν ἡ σοφία) διαστειλάμενος, ἑξῆς τοῖς δι’ αὐτώ προωφελημένοις τὴν μυστικὴν περὶ ἑαυτοῦ γνῶσιν παραδίδωσιν λέγων »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, παραδίδωσιν τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«.

εἰ γὰρ μέλλοιμι, φησίν, τὰ ἐφ’ ἑκάστης ἡμέρας ὑπ’ ἐμοῦ πραττόμενα διδάσκειν, ἀνάγκη καὶ τῶν ἐξ ἀρχῆς τοῦ παντὸς αἰῶνος ἔργων ἐμαυτοῦ μνημονεῦσαι καὶ παραστῆσαι ὡς ἐπὶ τούτῳ με ὁ γεννήσας πατὴρ ἄρχειν τῶν ὅλων κατέστησεν, ἐφ’ ῲ τε ἡγεῖσθαι τῶν ὁδῶν αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ δι’ ἐμοῦ πεποιημένων ἔργων. διὸ ἀκολούθως ἐπάγει τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἢ »κύριος ἐκτήσατό με« κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν.

τὸ γὰρ μέγα κτῆμα τοῦ θεοῦ ὁ μονογενὴς υἱὸς ἦν, καθ’ ὃ μὲν ἐξ αὐτοῦ γεγένητο υἱὸς ὢν αὐτοῦ, καθ’ ὃ δὲ τοῖς πᾶσιν [*](2 ff Prov. 8, 22 Α΄ Σ΄ Θ΄ — 10 Eph. 1, 10 — 16 Prov. 8, 15. 16 — 21 Prov. 8, 17 — 23 Prov. 8, 13 — 27 Prov. 8, 21a — 33 f Prov. 8, 22) [*](2 ἐκτίσατο V*, corr. V2 | 34 ἐκτίσατο V*, corr. V2 | 30 γεγέννητο V2)

v.4.p.143.
κοινωφελὴς καὶ σωτήριος καθέστηκεν, τὸ μέγιστον καὶ τιμιώτατον κτῆμα τοῦ πατρὸς ὑπάρχων τε καὶ ὠνομασμένος. οὐδὲ γὰρ ἄλλο τι γένοιτ’ ἂν πατρὶ υἱοῦ τιμιώτερον κτῆμα. ἔνθεν καὶ ὁ πρωτόπλαστος Ἀδὰμ ὅτε τὸν ἐν ἀνθρώποις πρῶτον υἱὸν ἐκτήσατο, ἐλέχθη καὶ ἐπ’ ἐκείνῳ »ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ«, τῆς Ἑβραικῆς φωνῆς ἀντὶ τοῦ »ἐκτησάμην« κανιθει περιεχούσης·

τὸ δὲ »ἐκτήσατο« κανα παρ’ Ἑβραίοις ἐκφωνεῖται. οὕτως οὖν ἐπὶ τοῦ Ἀβραὰμ εἴρηται »τὸν ἀγρὸν« »ὃν ἐκτήσατο Ἁβραάμ«, ἀνθ’ οὐτ’ τὸ Ἑβραικὸν κανα περιέχει, τῆς αὐτῆς λέξεως κειμένης παρ’ Ἑβραίοις καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὀδών αὐτοῦ εἰς ἔργα αὐτοῦ«. καὶ ἐνταῦθα γὰρ τῆς κανα λέξεως, τὸ »ἐκτήσατο« πάντες συμφώνως ἐκδεδώκασιν οἱ ἑρμηνευταί·

τὸ δὲ »ἔκτισεν« παραλέλεκται παρ᾿ Ἑβραίοις, ὅπερ οὐ κεῖται ἐπὶ τῆς προκειμένης γραφῆς. πλείστη δ’ ἂν γένοιτο τοῦ »ἔκτισεν« καὶ τοῦ »ἐκτήσατο« διαφορὰ τώ τὴν μὲν κτίσιν κατὰ τὴν κοινοτέραν διάνοιαν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον σημαίνειν, τὴν δὲ κτῆσιν τοῦ προϋπάρχοντος ἰσιάζουσαν οἰκειότητα πρὸς τὸν κτώμενον.

λέγων τοίνυν ὁ υἱὸς τοῦ θεοῦ τὸ »κύριος ἐκτήσατο με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ὁμοῦ καὶ τὴν προΰπαρξιν αὐτοῦ ἐδήλου καὶ τὴν ἰδιάζουσαν πρὸς τὸν πατέρα οἰκειότητα, ὁμοῦ καὶ τὸ χρήσιμον καὶ ἀναγκαῖον τῆς οἰκείας περὶ τὰ πατρῷα ἔργα προνοίας τε καὶ διοικήσεως.

διὸ ἑξῆς ἐπάγει »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«· δι’ ὧν ἁπάντων τὸ ἐξ αὐτοῦ λυσιτελὲς καὶ ἀναγκαῖον τοῖς πᾶσιν ἐνδείκνυται, ὅτι τε ἢν καὶ προῆν καὶ τοῦ σύμπαντος κόσμου προὐπῆρχέν τε καὶ καθηγεῖτο ἀναγκαίως διδάσκων. Μωσέως γὰρ ἐν τῇ κοσμοποιίᾳ τῶν μὲν ὑπερκοσμίων καὶ ἀφανῶν δυνάμεων μηδεμίαν μνήμην πεποιημένου διὰ τὸ ἀτελὲς τῶν δι’ αὐτοῦ παιδαγωγουμένων, τοῦ δὲ ὁρατοῦ κόσμου τὴν σύστασιν διεξελθόντος, τεττάρων τε στοιχείων ἐν ἀρχῇ μνημονεύσαντος | οὐρανοῦ καὶ γῆς καὶ ἀβύσσου καὶ ὕδατος, καὶ δύο μὲν πεποιῆσθαι ὑπὸ τοῦ θεοῦ εἰρηκότος (»ἐν ἀρχῇ« γάρ φησιν »ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν τὴν γῆν«), οὐκέτι δὲ ὁμοίως καὶ ἐπὶ τοῦ ὕδατος καὶ τῆς ἀβύσσου μνησθέντος ὡς ἄρα εἴη καὶ ταῦτα γενητά, ἀλλ’ ἁπλῶς εἰρηκότος »καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω [*](5 f Gen. 4, 1 — 7 Gen. 25, 10 — 9 Prov. 8, 22 — 11 f Prov. 8, 22 — 14 Prov. 8, 22 — 17 Prov. 8, 22 — 21 Prov. 8, 23 — 26 ff vgl. S. 127, 11. 28. 102, 5 — 32 Gen. 1, 1 — 35 Gen. 1, 2) [*](18 ἔκτισεν corr. We | 22 ποιῆσαι] + καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιῆσαι? vgl. z. Β. 8. 138, 21. 144, 4 f | 34 γένηται V* γεννητά V2)

v.4.p.144.
τοῦ ὕδατος«. ἀναγκαίως διὰ τῶν προκειμένων διδάσκει καὶ περὶ αὐτῶν ὁ υἱὸς τοῦ θεοῦ ὅτι τε γενητὰ εἴη καὶ ὡς αὐτὸς πρὸ πάντων εἴη καὶ δι’ αὐτοῦ τὰ πάντα πεποίητο.

διό φησιν »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. τριῶν δὲ τούτων μνημονεύσας, γῆς καὶ ἀβύσσου καὶ ὕδατος τὸ τέταρτον ἐπάγει τελευταῖον τὸ κρεῖττον φυλάξας τὸν οὐρανόν· διὸ ἐπιφέρει ἑξῆς »ἡνίκα ὴτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ«. τούτων τοίνυν ὑπὸ τῆς θείας γραφῆς ἐναργῶς παρισταμένων,

βραχείας τε παρ’ ἡμῶν ὡς ἐν ἐπιτομῇ διηγήσεως τετυχηκότων, ἐπακούσωμεν ὅπως Μάρκελλος χαμαὶ βαλὼν τὴν διάνοιαν ταῦτα πάντα διισχυρίζεται περὶ τῆς σαρκὸς εἰρῆσθαι, ἡς ἀνείληφεν ὁ σωτήρ, γράφων κατὰ λέξιν τοῦτον τὸν τρόπον

τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν.

καὶ ἐπιλέγει

οὐκοῦν εἰ καὶ τὰ μάλιστα ἐπ’ ἐσχάτων τῶν καιρῶν τουτὶ καινὸν ἐπεφάνη μυστήριον, ὡς διὰ τοῦτο πρὸ τοῦ αἰῶνος τούτου προωρίσθαι, εἰκότως ὁ προφήτης ἔφη »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, δηλονότι τὴν σάρκα.

καὶ αὗθις ἐπάγει λέγων

εἶτα »ἐν ἀρχῇ« φησὶν »πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. γῆν ποίαν ταύτην ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν παρακοὴ γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἷ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«.

ὁρᾷς ὅσον διήμαρτεν, τῆς μὲν εὐθείας ἐκτραπείς, τραχεῖαν δὲ καὶ δύσβατον καὶ ὥσπερ τινὰ ἀνεξίτητον ἑαυτῷ περινοήσας ὁδόν.