De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(»ἐγένετο« γάρ φησιν ἡ θεία γραφὴ »τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς«), ἀλλ’ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστου ὁ θεῖος ἀποστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,

ἐπάκουσον δ’ οὖν ὅπως ταῦτά φησιν

εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθηκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα;

ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῴ ἱερῶ, ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· »βλέπομεν γὰρ ἄρτι« φησὶν »δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, δὲ πρόσωπον πρὸς πρόσωπον« καὶ τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὡν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας γραφῆς ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι.

εἶθ’ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφὴς.

τοιαῦτα περὶ τῆς σαρκὸς ἀπεφήνατο, οὔτ’ ἀπὸ τῆς γραφὴς λαβὼν οὔτε ἀφ’ ἑτέρων παραλαβὼν οὔτε ἀπὸ τῆς ἐκκλησίας μαθών, ἑαυτῷ δὲ ἀναπλάσας καὶ τῆς οἰκείας ἐνθυμήσεως ἐπινοήσας ξένον καὶ τῆς ἀληθείας ἀλλότριον γέννημα, μηδὲ ἐν νῷ λαβὼν τὴν [*](6 Matth. 17, 2 — 10 Phil. 3, 21 — 13 II Kor. 5, 4 — 26 I Kor. 13, 12) [*](1 hier a. R. θ' V Ι 8 συνεὶς m συνιεὶς V | 13 ἀλλ’ ἐπενδύσασθαι mr vgl. NT u. S. 173, 24 | 20 παρὰ V 2 u. and. St. περὶ V* | 26 εἰσόπτρου | | ἐν m | 29 γραφῆς str. V 2 u. and. St. | 33 ἀφ’ m ἀπὸ V | 35 μηδὲν ἐν V, corr. Kl)

v.4.p.167.
λέγουσαν γραφὴν »μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, μή ποτε ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ« καὶ »οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν«. ὅρα δ’ οὖν ὅσῃ δυσσεβείᾳ περιπέπτωκεν.

ὁ γὰρ τὴν πᾶσαν περὶ τοῦ προυπάρχοντος μονογενοῦς υἱοῦ θεολογίαν ἐπὶ τὴν σάρκα καταβαλὼν αὐτοῖς τε ῥήμασιν νίκης στέφανον αὐτὴν ἀναγορεύσας (οὕτως γὰρ ἔφη

τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι)

οὕτος αὐτός φησιν αὐτὴν ἔρημον ἔσεσθαι καὶ ὀρφανὴν ἐν τῷ τοῦ παντὸς τέλει, ἑνῶν μὲν τὸν λόγον τῷ θεῷ τὴν δὲ σάρκα χωρίζων τῆς τοῦ λόγου ἐνεργείας καὶ καταλιπὼν αὐτὴν οὐκ οἶδ’ ὅπως ἀθάνατον μὲν καὶ ἄφθαρτον ἄψυχον δὲ καὶ ἀνενέργητον ὑπὸ τοῦ λόγου.