De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

7 ὁ θαυμαστὸς οὗτος αὖθις ἐπὶ τὴν σάρκα 〈κατα〉πεσὼν αὐτὴν 5, εἶναι ἀποφαίνεται τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ, οὐκ ἀκούων ὡς ἀρσενικῷ χαρακτῆρι ἐξενήνεκται τὸ »ὅς ἐστιν εἰκών«. τὸ γὰρ »ὃς« οὐκ οἶδ ὅπως ἐφαρμόσας τῇ σαρκί, ταύτην ἔφη δηλοῦσθαι ὡς αὐτῆς οὔσης τῆς εἰκόνος »τοῦ θεοῦ τοῦ ἀοράτου«. καὶ πάλιν τὸ »αὐτός ἐστιν πρὸ πάντων« περὶ τῆς σαρκὸς φησιν εἰρῆσθαι οὐκ αἰδούμενος τὸ »αὐτὸς« ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν.

καὶ τὸν »πρωτότοκον πάσης κτίσεως« διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτως ἐν τῇ σαρκὶ φάσκων »τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς« ἐκτίσθαι, »τά τε ὁρατὰ καὶ τὰ ἀόρατα«, οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριστῷ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Μαρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδόμενος, τῇ αὐτῶν ἐκείνων ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποστολικῆς λέξεως διήγησις, οὔ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας.