De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

6 τὸ μὲν οὖν ἅγιον πνεῦμα μόνοις ἁγίοις ἐμφιλοχωρεῖν πέφυκεν, διὰ τοῦ υἱοῦ χορηγούμενον οἷς ἂν ὁ πατὴρ κρίνειεν. καὶ τοῦτ’ ἂν εἴη ἔργον αὐτοῦ τὸ πάντας ἁγιάζειν, οἷς ἂν ἑνός τινος ἢ καὶ πλειόνων μεταδιδῷ τῶν ἐν αὐτῷ χαρισμάτων, ὡς καὶ προφήτας καὶ ἀποστόλους

καὶ πᾶσαν θεοφιλῆ ψυχήν, εἰκὸς δὲ καὶ τὰς κρείττους καὶ θείας δυνάμεις. τῆς ἐξ αὐτοῦ μεταλαμβάνειν ἁγιότητος. ὁ δὲ υἱὸς μόνος πατρικῇ θεότητι τετιμημένος, ποιητικὸς ἂν εἴη καὶ δημιουργικὸς τῆς τῶν γενητῶν ἀπάντων, ὁρατῶν τε καὶ ἀοράτων, καὶ δὴ καὶ αὐτῆς τῆς τοῦ παρακλήτου πνεύματος ὑπάρξεως· πάντα γὰρ »δι’ αὐτοῦ ἐγένετο,

καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«. ὁ δ’ ἐπέκεινα τῶν ὅλων θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄρρητόν τι ὢν ἀγαθὸν καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρεῖττον, ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει, αὐτοῦ τε τοῦ ἁγίου πνεύματος προσέτι δὲ καὶ τοῦ μονογενοῦς υἱοῦ καθηγούμενος. μόνος εἰκότως ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεὸς ἀνείρηται παρὰ τῷ ἀποστόλῳ φάντι »εἷς κύριος, μία πίστις, ἕν βάπτισμα· εἷς θεὸς πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«.

καὶ μόνος μὲν αὐτὸς »εἷς θεὸς καὶ πατὴρ« »τοῦ | κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« χρηματίζοι ἄν, ὁ δὲ υἱὸς »μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός«· τὸ δὲ παράκλητον πνεῦμα οὕτε θεὸς οὕτε υἱός, ἐπεὶ μὴ ἐκ τοῦ πατρὸς ὁμοίως τῷ υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἓν δέ τι τῶν διὰ τοῦ υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ »πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

ταῦτα μὲν οὖν τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας. ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθὸν χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον καὶ τὸ ἅγιον πνεῦμα.

εἶτ’ ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. τοῦ γὰρ θείου ἀποστόλου θεολογοῦντος διαρρήδην τὸν υἱὸν τοῦ θεοῦ καὶ λέγοντος »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς

85r
καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν«,