De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἐν οἷς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν »συμπαρήμην« οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ 〈σὺν〉 τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι ἕτερον πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. »ἡνίκα« γάρ φησιν »ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

ἡ γὰρ σὺν πρόθεσις τῷ παρεῖναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεῖναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει.

82v
καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ υἱοῦ· διό φησιν »ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν«.

τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφεστῶτι

λόγῳ, ἐν αὐτῷ δὲ τῷ θεῷ ὄντι καὶ σημαντικῶς ἐνεργοῦντι, ἄντικρυς τοῦ εὐφραίνεσθαι καὶ τοῦ »ἐνώπιον αὐτοῦ« τὴν ὑπόστασιν αὐτοῦ παριστώντων. ἀλλὰ τούτων Μάρκελλος οὐδένα λόγον ποιησάμενος ἀθετεῖ μὲν τὸν υἱόν, λόγον δέ φησιν ἔνδον ὄντα ἐν τῷ θεῷ ποτὲ μὲν ἐνεργείᾳ δραστικῇ προϊέναι, ποτὲ δὲ ἔνδον εἶναι ἐν αὐτῷ μὴ ἐνεργοῦντα· καὶ οὐχ ὁρᾷ ὅτι τὸ λέγειν | εἶναί τι ἐντὸς καὶ ἐκτὸς τοῦ θεοῦ σύνθετόν τι ὑποτίθεται καὶ σωματικὸν πάθος, ὅπερ οὐ θέμις ἐπὶ τῆς ἀγενήτου καὶ ἀσωμάτου φύσεως παραδέχεσθαι.

πῶς δὲ καὶ προελθὼν ὁ λόγος ἐγίνετο τοῦ κόσμου ποιητής; πότερα γλώττῃ καὶ φωνῇ, 〈ἢ〉 πάντως δήπου καὶ διαλέκτῳ χρησαμένου τοῦ θεοῦ; καὶ τίνι ἂν διελέχθη μηδενὸς ἑτέρου συνόντος αὐτῷ; τίνι δ’ ἂν καὶ ὡμίλησεν μὴ παρόντος τινός; ἀλλ’ αὐτὸς ἑαυτῷ προσωμίλει φωνῇ καὶ διαλέκτῳ χρώμενος, ὡς καὶ τὸν λόγον ἐξ αὐτοῦ προελθεῖν;

καὶ πῶς οὐχὶ καὶ ἔνδον ὄντος ἐν αὐτῷ τοῦ λόγου δραστικῇ δυνάμει ταῦθ’ ἅπερ ἐβούλετο συνίστη, ἐπεὶ καὶ παρὰ ἀνθρώποις οἱ πλεῖστοι τῶν δημιουργῶν καὶ σιωπῶντες τὰ ἑαυτῶν ἐκτελοῦσιν ἔργα, καὶ μάλιστα ὅτε μηδεὶς αὐτοῖς πάρεστι δημιουργοῦσιν; τί οὖν ἐκώλυεν καὶ τὸν θεὸν οὕτω πως τὰ πάντα συστήσασθαι, ἔχοντα ἐν αὐτῷ τὸν λόγον; ὁ δὲ καὶ ὑποτίθεται εἰκόνα ἀνδριαντοποιοῦ ἑαυτῷ προσδιαλεγομένου καὶ πρὸς ἑαυτὸν φάσκοντος·

(Nr. 52) ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα·
οὕτω γάρ φησιν καὶ τὸν τῶν ὅλων δεσπότην θεὸν πρὸς ἑαυτὸν εἰρηκέναι τὸ »ποιήσωμεν ἄνθρωπον«, ὡς πολλάκις ἤδη παρέστη διὰ τῶν ἔμπροσθεν, δι’ ὧν οἶμαι τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ ἄρνησιν αὐτοῦ γεγυμνῶσθαι.

τὸ μὲν γὰρ αὐτὸν πρὸς ἑαυτὸν διαλέγεσθαι τὸν θεὸν ἔνδον ἔχοντα τὸν ἑαυτοῦ λόγον φάσκειν Ἰουδαϊκοῦ τινος εἴη ἂν φρονήματος· τὸ δὲ αὐτὸν εἶναι τοῦ ἐν αὐτῷ λόγου πατέρα, καὶ υἱὸν αὐτοῦ τὸν ἐν αὐτῷ λόγον, τῆς Σαβελλίου κακοδοξίας ἦν γνώρισμα·