De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πάλιν οὕτως ἦν ὁ πατὴρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ πατρί. ὡς ὁ θεῖος ἀπόστολος καὶ περὶ πάντων διδάσκει τῶν τῆς ἐπουρανίου βασιλείας ἀξίων λέγων· τότε ἔσται ὁ θεὸς πάντα ἐν πᾶσιν«, ὡς καὶ τὸ »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« λέλεκται. ἀλλὰ καὶ ἡμεῖς »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν«. καὶ ταῦτα πάντα περὶ ἡμῶν λέλεκται, τῶν κατ’ ἰδίαν ὑπόστασιν ὑφεστώτων καὶ ζώντων καὶ μηδὲν ἐχόντων κοινὸν πρὸς τὴν πατρικὴν θεότητα.

τί δὴ οὖν χρὴ θαυμάζειν, εἰ καὶ ἐπὶ τοῦ υἱοῦ αἱ παραπλήσιοι φέρονται φωναί. οὐκ ἀναιροῦσαι μὲν αὐτοῦ τὴν ὑπόστασιν οὐδ’ αὐτὸν εἶναι πατέρα καὶ υἱὸν διδάσκουσαι, τὴν δὲ τοῦ πατρὸς πρὸς αὐτὸν ἰδιάζουσαν καὶ ἐξαίρετον τιμὴν καὶ δόξαν τῆς μονογενοῦς καὶ θεϊκῆς κοινωνίας παριστῶσαι;

92r

οὕτως οὖν καὶ ὁ ἑωρακὼς« αὐτὸν ἑώρακεν τὸν πατέρα«. τῷ μόνον αὐτὸν καὶ μηδένα ἄλλον εἰκόνα εἶναι τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ« »ἐν μορφῆ τε θεοῦ« ὑπάρχειν κατὰ τὰς ἀποστολικὰς διδασκαλίας. ὡς γὰρ καὶ ὁ τὴν βασιλικὴν εἰκόνα τὴν ἐπ’ ἀκριβὲς ἀφωμοιωμένην αὐτῷ τεθεαμένος τοὺς τῆς μορφῆς τύπους διὰ τῆς γραφῆς ἀποματτόμενος φαντασιοῦται τὸν βασιλέα, τὸν αὐτὸν τρόπον μᾶλλον δ’ ὑπὲρ πάντα λόγον παντός τε ἐπέκεινα παραδείγματος ὁ νῷ διαυγεῖ καὶ ψυχῆς κεκαθαρμένοις ἁγίῳ τε πνεύματι πεφωτισμένοις ὄμμασιν τῷ τε μεγέθει τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ κυρίου δυνάμεως ἐνατενίσας | καὶ ἐννοήσας, ὅπως »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος« καὶ ὡς τὰ σύμπαντα δι’ αὐτοῦ ἐγένετο« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα«, λογισάμενός τε ὡς μόνον αὐτὸν υἱὸν μονογενῆ ἐγέννα ὁ πατὴρ κατὰ πάντα ἀφωμοιωμένον αὐτῷ. δυνάμει καὶ αὐτὸν ὄψεται τὸν πατέρα διὰ τοῦ υἱοῦ, θεωρούμενον τοῖς τὴν διάνοιαν κεκαθαρμένοις περὶ ὧν εἴρηται τὸ μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«.

ταῦτα μὲν οὖν προθεμένοις ἡμῖν σκοπὸν τὴν βραχυλογίαν ὡς ἐν ἐπιτομῇ γεγυμνάσθω. πλείστης δὲ ὅσης ἐξεργασίας δεομένων τῶν

κατὰ τὸν τόπον ὅτῳ μέλει τῆς τούτων ἀκριβοῦς καταλήψεως τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἀναγνώσμασιν τὴν διάνοιαν ἐπερείσας τὸν πάντα νοῦν ἐξ αὐτῶν ἐπὶ σχολῆς ἀναλέξεται. μυρίων γε μὴν καὶ ἄλλων ἀσυναρτήτως ἐν τῷ Μαρκέλλου συγγράμματι συμπεφορημένων, πλείστων τε ὅσων ἐναντίως τῷ βουλήματι τῆς γραφῆς εἰρημένων ἑτέρων τε βεβιασμένων καὶ μηδεμίαν σωσάντων ἀκολουθίαν, κοινὸν τὸν ἔλεγχον κατάφωρον γεγονέναι παρὰ τοῖς εὖ φρονοῦσιν διὰ τῶν ἡμῖν ἐξητασμένων ἡγούμενος, τούτοις ἀρκεσθήσομαι.