De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τέως μὲν γάρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· καθοῦ ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«,

ὅτε 〈δὲ〉 τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει, τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει, τηνικαῦτα [γὰρ] καὶ ὁ πάντων ἐχθρὸς θάνατος ἔσχατος καταργηθήσεται· μηδενὸς γὰρ θνήσκοντος ἔτι, ἐν αἰωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων. τὸν θάνατον ἀργήσειν εἰκὸς μηκέτ’ ἔχοντα οὓς θανατώσειεν.

ὧν ὡδε εὐτρεπισθέντων τῷ υἱῷ τοῦ θεοῦ σωτήριον

ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται· αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως, σοφίᾳ δὲ ὄντι σοφοὶ γενόμενοι, λόγῳ δὲ ὄντι λόγιοι ἀπεργασθέντες. οὕτω δὲ καὶ χριστοὶ γενήσονται πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες, φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τῷ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῶ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ 〈δὲ〉 καὶ »θεὸς ἦν ὁ λόγος«, οὐδὲ τῆς θεότητος αὐτοῖς φθονήσει.

ὥστε ἐπαληθεῦσαι τὸν ἀπόστολον κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ« γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. ναὶ μὴν καὶ σώμασιν οὐρανίοις ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις. καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης·

ὃ δὴ παρίστη 〈ὁ〉 αὐτὸς φήσας ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα«. ὁρᾷς ὅπως τῷ δύνασθαι αὐτὸν ὑποτάξαι αὑτῷ τὰ πάντα καὶ τοῦ σώματος τοῦ ἡμετέρου μετασχηματισμὸν ποιήσει εἰς τὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ« καὶ τὸ ἡμέτερον ἀπεργάσασθαι.

εἰ δὲ τὸ ἡμέτερον σύμμορφον ἔσται τῷ σώματι τῆς δόξης αὐτοῦ«, πῶς οὐχὶ καὶ πολὺ πρότερον τὸ τῆς αὐτοῦ δόξης σῶμα τῆς αὐτοῦ κοινωνὸν ἔσται βασιλείας; καὶ εἰ τὸ ἡμέτερον καταποθήσεται

89r
ὑπὸ τῆς ζωῆς, ὡς ὁ ἀπόστολος ἐμαρτύρησε φήσας »ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται. οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῷ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος_, τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν καταποθήσεσθαι »〈τὸ〉 θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι »〈τῷ σώματι〉 τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν 〈καὶ〉 ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.

ἄρ’ οὑν ὑποτάξει ἑαυτῷ τὰ πάντα· καὶ τοιαύτην τινὰ τὴν σωτήριον ὑποταγὴν χρὴ νοεῖν, καθ’

ἣν »καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα«, ἄλεκτόν τινα καὶ ἄρρητον καὶ μόνῳ αὐτῷ πρέπουσαν ὑποταγὴν ποιησόμενος, ὅτε τοὺς ὑπ’ αὐτοῦ πάντας χοροῦ δίκην περιστοιχισάμενος »τῷ θεῷ καὶ πατρὶ προσάξει | τὴν δόξαν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὸ σέβας καὶ τὴν μεγαλωσύνην ἅτε δὴ πάντων τῶν ἀγαθῶν αἰτίῳ προσοίσων.