De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

χρὴ δὲ ἐπιστῆσαι τὸν νοῦν ὡς καὶ αὐτῷ τῷ υἱῷ τὰ πάντα ὑποταγήσεσθαι ὁ ἀπόστολος ἒφη καὶ ὡς τῇ αὐτῇ ὑποταγῇ καὶ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ διδάσκει λέγων »ὅταν δὲ τὰ πάντα αὐτῷ

ὑποταγῇ. τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,

ἵνα ᾖ ὁ θεὸς τὰ ἐν πᾶσιν« οὐκ ἀκούει· οὐ γὰρ ἐν τῷ υἱῷ φησιν τὰ πάντα« ἔσεσθαι τὸν θεόν, ἀλλ’ »ἐν πᾶσιν«· ὅπερ μᾶλλον ἔδοξεν ἂν συνάφειάν τινα πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, | ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.

εἰ τοίνυν ἕνωσιν εἶναι τὴν ὑποταγὴν τὴν πρὸς τὸν πατέρα ὁρίζεται, ἀκόλουθον ἂν εἴη καὶ τὴν πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν τὴν αὐτὴν πρὸς αὐτὸν ἕνωσιν σημαίνειν, ὡς μηκέτ’ εἶναι τὸν υἱὸν καθ’ ἑαυτὸν μηδὲ τὰ ὑποταγησόμενα αὐτῷ πλήθη τῶν σῳζομένων ἰδίαν ζήσεσθαι ζωήν, συναλοιφὴν δέ τινα καὶ σύγχυσιν γίγνεσθαι τῶν ὅλων, ἕν καὶ ταὐτὸν γενησομένων τοῦ υἱοῦ καὶ τῶν λοιπῶν ἀπάντων, καὶ οὐ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.

εἰ γὰρ τὰ μὲν πάντα τῷ υἱῷ, ὁ δὲ υἱὸς τῷ πατρὶ

88v
ἐν τῷ ὑποτάττεσθαι ἑνοῦται, ὅρα τί συμβαίνει ἐκ τοῦ λόγου.