De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐκ ἐπστήσας τῇ διανοίᾳ τοῦ λόγου ὑπέλαβεν αὐτὸν ἀθετεῖν τὴν σάρκα | ἣν ἀνείληφεν ἐκ τῆς ἁγίας παρθένου. εἶτ’ ἐκ τούτου πειρᾶται καταστευάζειν ὡς μετὰ τὴν συντέλειαν τοῦ παντὸς ἔρημον τῆς ἑαυτοῦ ἐνεργείας ὁ ἐν τῷ θεῷ λόγος καταλείψει τὴν σάρκα. λέγει γοῦν αὐτοῖς ῥήμασιν

(Nr. 104) περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει τοῦτο ἡμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ«. εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν 〈ὡς〉 αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ;
ὁρᾷς ὅσῃ κέχρηται τοῦ εὐαγγελικοῦ λόγου διαστροφῇ διὰ τὸ μὴ συνιέναι τοῦ λόγου τὴν σωτήριον φωνήν, ὅπως εἴρηται καὶ διὰ ποίαν αἰτίαν.