De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αʹ ὅπως τὴν Σαβελλίου δόξαν ἀνενεοῦτο Μάρκελλος. βʹ ὅπως καὶ Ἰουδαΐζων τῇ δόξῃ διελέγχεται. γʹ ὅπως τὸν λόγον τοῦ θεοῦ ἐν τῷ θεῷ ὄντα ἄναρχον εἶναι καὶ ἀγέννητον ὡρίζετο. δʹ ὅπως ἓν καὶ ταὐτὸν εἶναι τὸν λόγον καὶ τὸν θεὸν ἔλεγεν. εʹ ὅτι ταῦτα λέγων ἠρνεῖτο τὸν υἱόν. ϛʹ ὅπως ἡ ἐκκλησία τὸν υἱὸν θεολογεῖ. ζʹ ὅπως ἡ ἐκκλησία τὴν τοῦ πατρὸς μοναρχίαν κηρύττει. 〈ηʹ〉 ὁποίοις ῥήμασιν Μάρκελλος ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ. θʹ ἔλεγχος τῆς τοῦ ἀνδρὸς κακοδοξίας. ιʹ ὅτι μὴ ὀρθῶς ἐξεδέξατο τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος«. ιαʹ ὅτι ποτὲ μὲν αὐτὸν προφορικὸν τοῦ θεοῦ λόγον, ποτὲ δὲ ἐνδιάθετον ὁμοίως τῷ ἐν ἀνθρώποις ἔφασκεν. | ιβʹ ὅτι μὴ ὡς ἐδόκει Μαρκέλλῳ ὁ εὐαγγελιστὴς τὴν περὶ τοῦ λόγου θεολογίαν ἐξέθετο. ιγʹ ποσαχῶς τὸ σημαινόμενον ἐκ τῆς τοῦ λόγου φωνῆς νοεῖται. ιδʹ ὅπως χρὴ διερμηνεύειν τὴν εὐαγγελικὴν περὶ τοῦ λόγου διδασκαλίαν. ιεʹ τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις δι’ ὧν ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ σαφῶς προφορικὸν λόγον καὶ ἐνδιάθετον φάσκων εἶναι αὐτὸν. ιςʹ ἔλεγχος τῆς τἀνδρὸς κακοδοξίας. ιζʹ ἑρμηνεία τῆς ἀληθοῦς διανοίας τοῦ λόγου. ιηʹ διὰ τί λόγον ὠνόμασεν τὸν υἱὸν ὁ εὐαγγελιστὴς ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς. ιθʹ ὅπως Μάρκελλος τὰς περὶ ἑνὸς θεοῦ τῆς παλαιᾶς διαθήκης γραφὰς μαρτυρόμενος ὁμοίως Ἰουδαίοις τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο.

κ′ διὰ τί Μωσῆς καὶ οἱ προφῆται οὐ γυμνῶς παρέδωκαν Ἰουδαίοις τὴν περὶ τοῦ υἱοῦ θεολογίαν. καʹ ὅτι ὁ υἱὸς ἦν τοῦ θεοῦ ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ χρηματίσας. κβʹ ὅτι καὶ ἐν τοῖς προφήταις διὰ τοῦ υἱοῦ ὁ πατὴρ ἐθεολογεῖτο. κγʹ ὅτι μὴ δύο θεοὺς ἡ ἐκκλησία κηρύττει. κδʹ ὅπως Μάρκελλος τοῖς λόγοις τοῦ θεοῦ τοῖς τῶν πρακτέων παραγγελτικοῖςτὸν μονογενῆ λόγον ἀφωμοίου. κεʹ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία ἔγραφεν.

62r
Μετὰ τὰς παρατεθείσας τῶν θείων ἀναγνωσμάτων μαρτυρίας, δι’ ὧν ὅτι μὴ μόνον λόγος ὠνόμαστο πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς τοῦ θεοῦ παρέστη (ὥσπερ οὖν ἐδόκει Μαρκέλλῳ) ἀλλὰ καὶ μυρία ἕτερα, φέρε δὴ λοιπὸν τὸ Σαβελλίου εἴδωλον ὥσπερ ἀπὸ γῆς ἀνακύψαν ἐποπτεύσωμεν. ἐτόλμησεν 〈οὖν〉 εἰπεῖν αὐτὸν τὸν ἐπὶ πάντων θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγεν νῆσθαι ἐκ τῆς ἁγίας παρθένου καὶ αὐτὸν πεπονθέναι, τοῦτον γράψας τὸν τρόπον
(Nr. 49) τί τοίνυν ἦν τὸ κατελθὸν πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος »πνεῦμα ὁ θεός«.

διὰ τούτων τὸν τῶν ὅλων θεόν, περὶ οὗ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, τὸ ἐπελθὸν τῇ παρθένῳ πνεῦμα εἶναι ἔφη, ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος.

καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σαφῶς εἰρηκότος »μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«, ἐπὶ τὸν πατέρα ἀναφέρει τὸ λόγιον φάσκων αὐτοῖς ῥήμασιν

(Nr. 50) ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν.

καὶ ἐπὶ τοῦ πάθους δὲ τοῦ σωτῆρος ταὐτὸν ποιεῖ. παραθεὶς γὰρ ἀπὸ τῶν Ἱερεμίου Θρήνων τὸ »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν«, ἐπιλέγει

(Nr. 51) κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγου διαλέγεται,
καὶ ἐπιφέρει λέγων
(Nr. 51) πνεῦμα σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο. πνεῦμα δὲ ὅτι αὐτὸς ὁ θεός, ὁ σωτὴρ ἔφη »πνεῦμα ὁ θεός«. ὅτι δὲ ὁ θεὸς φῶς ἐστιν, αὐτὸς διδάσκει ἡμᾶς »ἐγώ εἰμι τὸ φῶς« λέγων.
θεωρεῖς ὅπως τὰ περὶ τοῦ σωτῆρος λελεγμένα ἐπὶ τὴν θεότητα τοῦ πατρὸς μεταφέρει.

καὶ πάλιν ἀναιρεῖ τὴν ὑπόστασιν τοῦ υἱοῦ γυμνῇ τῇ κεφαλῇ πρὸ τῆς τῶν γεννητῶν δημιουργίας μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ μόνου ἀποφαινόμενος· γράφει δ’ οὖν ὧδε κατὰ λέξιν

(Nr. 93) τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου.
καὶ αὖθις τὸ αὐτὸ βεβαιοῖ λέγων
(Nr. 92) οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ὄντα ὑπὸ τοῦ θεοῦ γεγένηται· εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον 〈ἦν〉.|

ὁρᾷς Ἰουδαῖον ἄντικρυς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, »δι’ οὗ τὰ πάντα« γέγονεν, ἀρνούμενον. εἰ γὰρ πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν πρὸ τῆς τοῦ κόσμου γενέσεως, οὐκ ἦν ἄρα ὁ υἱός· καὶ πῶς »πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« ; ὁ μὲν οὖν Ἰουδαῖος, ὁ τὸν Χριστὸν τοῦ θεοῦ ἀρνούμενος, πρὸ τῆς τοῦ κόσμου γενέσεως οὐδὲν οἶδεν πλὴν θεοῦ μόνου, συμμαρτυροῦντος αὐτῷ Μαρκέλλου· ἡ δὲ Χριστοῦ ἐκκλησία σὺν παρρησίᾳ

62v
πάσῃ σεμνύνεται λέγουσα »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός,

δι’ οὗ τὰ πάντα«. ἐπὰν δὲ λέγῃ »δι’ οὗ τὰ πάντα« , οἶδεν αὐτὸν πρὸ πάντων· ὥστε πρὸ τῆς τοῦ κόσμου γενέσεως ὁ λέγων οὐδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου τῆς ἀληθείας καταψεύδεται. σὺν γὰρ τῷ μόνῳ θεῷ καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς ἦν πρὸ τῆς τοῦ κόσμου συστάσεως. καὶ τῷ πατρὶ συνῆν. τοῦτο γὰρ ἐδίδαξεν αὐτὴν καὶ ὁ εἰπὼν »ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ

ἐποίησεν τοὺς αἰῶνας«.

καὶ ἐν Παροιμίαις διὰ Σολομῶνος αὐτὸς ὁ υἱὸς περὶ ἑαυτοῦ διδάσκει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. ἀλλὰ καὶ αὐτὸς »ἦν τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, ἐπειδὴ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«. εἰ δὲ »ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«, δῆλον ὡς προϋπῆρχεν τοῦ κόσμου.

οὐκ ἄρα μόνος ἦν ὁ θεὸς πρὸ τῆς τοῦ κόσμου συστάσεως, συνῆν δὲ αὐτῷ ὁ μονογενὴς αὐτοῦ υἱός. εἰς ὃν ἀφορῶν ὁ πατὴρ ἔχαιρεν, ὡς διδάσκει αὐτὸς ὢν ἡ σοφία, λέγων ἐν Παροιμίαις »ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν«. καὶ αὐτὸς δὲ ὁ υἱὸς ταῖς πατρικαῖς ἐννοίαις ἐνατενίζων εὐφροσύνης ἐπληροῦτο, διό φησιν »ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ«. ταῦτα μὲν ἡ Χριστοῦ ἐκκλησία τὰ εὐσεβῆ καὶ θεῖα μυστήρια παραλαβοῦσα φυλάττει. ὁ δὲ λέγων

(Nr. 93) μήπω τοῦ κόσμου γεγονότος μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου

δυεῖν θάτερον ἑαυτὸν ὄντα παρίστη, ἢ Ἰουδαῖον ἢ Σαβελλι‹αν›όν. | ἢ γὰρ αὐτόθεν ἀρνούμενος τὸν υἱόν, θεὸν δὲ μόνον εἰσάγων, Ἰουδαῖος ἔσται τὸν Χριστὸν ἀρνούμενος· ἢ μέχρι λόγου τὴν τοῦ υἱοῦ πρόσρησιν ἀποδεχόμενος, αὐτὸν δ’ εἶναι φάσκων τὸν ἕνα θεόν, υἱὸν ὁμοῦ καὶ πατέρα, τὸν Σαβέλλιον ἀνανεώσεται. εἰ γὰρ πρὸ τοῦ κόσμου οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ, ‹ἢ› αὐτὸς ἔσται πατὴρ καὶ υἱὸς ἢ οὐδ’ ἕξει υἱόν.

ἀλλ’ ἔοικεν Μάρκελλος, τὸν ἐν αὐτῷ τῷ θεῷ λόγον, καθ’ ὃν λογικὸς νοεῖται, τοῦτον εἶναι φάσκειν τὸν υἱόν· ὥστε εἶναι αὐτὸν ἑαυτοῦ πατέρα, καὶ αὖ πάλιν αὐτὸν ἑαυτοῦ υἱόν. ἐπάκουσον γοῦν τῶν αὐτοῦ φωνῶν, δι’ ὧν τοῦτον γράφει τὸν τρόπον

(Nr. 92) πρὸ γὰρ τῆς δημιουργίας ἀπάσης ἡσυχία τις ἦν, ὡς εἰκός,

ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε ἀρχὴν τοῦ εἶναι λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι.
ὁρᾷς ὅπως τὸν θεὸν ἄναρχον ὑποστησάμενος τὸν λόγον ἐν αὐτῷ ὄντα ἐν ἡσυχίᾳ εἶναι πρὸ τῆς δημιουργίας ἔφη· καὶ προϊὼν ἑξῆς ἐπιλέγει ἐπιλέγει
(Nr. 92) εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.

ἐντεῦθεν εἰκότως καὶ ἀίδιον, τοῦτ’ ἔστιν ἀγένητον, εἶναί φησιν τὸν λόγον, ὧδε γράφων

(Nr. 48) ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι;
καὶ πάλιν
(Nr. 48) καὶ διὰ τοῦτο ἄρχεται μὲν
63r
ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, »ἐν ἀρχῇ ἦν ὁ λόγος« λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.

ὅπως δὲ ἡνῶσθαι τῷ θεῷ καὶ συναγέννητον εἶναι αὐτῷ τὸν λόγον ἔφασκεν, πάρεστιν αὐτοῦ ἐπακοῦσαι ὧδέ πη λέγοντος

(Nr. 61) τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γινώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. |

τοῦτον δὴ τὸν τρόπον ἐν τῷ θεῷ δοὺς εἶναι τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται κατὰ λέξιν ὧδε γράφων

(Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.