De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

διὸ καὶ σέβειν καὶ προσκυνεῖν καὶ τιμᾶν αὐτὸν οἷα θεὸν ἡ ἐκκλησία αὐτοῦ δεδίδακται, τοῦτο πράττειν παρ’ αὐτοῦ μαθοῦσα.

λέγει δ’ οὖν αὐτὸς ὁ σωτὴρ »οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα. ἀλλὰ τὴν ἅπασαν κρίσιν

δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα«. διαρρήδην παρακελευόμενος τιμᾶν αὐτὸν μὴ ὁμοίως
64v
τοῖς προφήταις μηδ’ ὁμοίως ἀγγέλοις ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ’ αὐτῷ τῷ πατρὶ παραπλησίως. τοῦτο γὰρ αὐτὸς ὁ πατὴρ βουληθεὶς »πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν αὐτὸν καθὼς τιμῶσι τὸν πατέρα«.

ἃ δὴ καὶ Θωμᾶς ὁ Δίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονὼς μαθητῶν, λαμπροῖς ῥήμασιν καὶ θεὸν αὐτὸν καὶ κύριον ἐπεγράφετο λέγων »ὁ κύριός μου καὶ ὁ θεός μου«. διὸ δὴ καὶ ἡμᾶς προσήκει μόνον τὸν υἱὸν καὶ μηδένα ἕτερον θεϊκῇ τιμῇ σέβειν, καθὼς τιμῶμεν τὸν πατέρα. καὶ ἐν τούτῳ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τιμωμένου·

ὃ δὴ καὶ αὐτὸ διδάσκει λέγων »ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν«. ὥσπερ γὰρ καὶ βασιλέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες τὸ πρωτότυπον τῆς εἰκόνος αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ πατὴρ ἂν εἴη διὰ τοῦ υἱοῦ τιμώμενος, ὡς καὶ δι’ αὐτοῦ ὁρώμενος.

»ὁ« γὰρ »ἑωρακὼς« τὸν υἱὸν »ἑώρακεν τὸν πατέρα«, τὴν ἀγέννητον θεότητα, οἷα ἐν εἰκόνι καὶ κατόπτρῳ, ἐν τῷ υἱῷ χαρακτηριζομένην ὁρῶν· »ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ«. πάντα δὲ ταῦτα παρὰ τοῦ πατρὸς λαβών, ἐξ αὐτοῦ τε καὶ τῆς θεότητος τὴν δόξαν, ὡς ἂν υἱὸς γνήσιος καὶ μονογενής, εἰληφὼς ἔχει. ἀλλ’ οὐ καὶ ὁ πατὴρ παρά τινος εἴληφεν, πάντων δ’ αὐτὸς ὢν ἀρχὴ καὶ πηγὴ καὶ ῥίζα τῶν ἀγαθῶν εἰκότως εἷς καὶ μόνος ἀναγορεύοιτο ἂν θεός. |