De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τοῦτον δὴ τὸν τρόπον ἐν τῷ θεῷ δοὺς εἶναι τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται κατὰ λέξιν ὧδε γράφων

(Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.

καὶ πάλιν προϊών φησιν

(Nr. 64) οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«· ἀλλὰ διότι ἀδύνατόν ἐστιν ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου.
εἰ δὴ οὖν ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ὡς δοκεῖ Μαρκέλλῳ, ὁ ἐν τῇ ἁγίᾳ παρθένῳ γενόμενος καὶ σαρκωθεὶς καὶ ἐνανθρωπήσας καὶ παθὼν τὰ ἀναγεγραμμένα καὶ ἀποθανὼν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός· ὃ δὴ τολμήσαντα φάναι τὸν Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ ἐν ἀθέοις καὶ βλασφήμοις κατέλεξεν.