De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλ’ ἔοικεν Μάρκελλος, τὸν ἐν αὐτῷ τῷ θεῷ λόγον, καθ’ ὃν λογικὸς νοεῖται, τοῦτον εἶναι φάσκειν τὸν υἱόν· ὥστε εἶναι αὐτὸν ἑαυτοῦ πατέρα, καὶ αὖ πάλιν αὐτὸν ἑαυτοῦ υἱόν. ἐπάκουσον γοῦν τῶν αὐτοῦ φωνῶν, δι’ ὧν τοῦτον γράφει τὸν τρόπον

(Nr. 92) πρὸ γὰρ τῆς δημιουργίας ἀπάσης ἡσυχία τις ἦν, ὡς εἰκός,

ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε ἀρχὴν τοῦ εἶναι λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι.
ὁρᾷς ὅπως τὸν θεὸν ἄναρχον ὑποστησάμενος τὸν λόγον ἐν αὐτῷ ὄντα ἐν ἡσυχίᾳ εἶναι πρὸ τῆς δημιουργίας ἔφη· καὶ προϊὼν ἑξῆς ἐπιλέγει ἐπιλέγει
(Nr. 92) εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.

ἐντεῦθεν εἰκότως καὶ ἀίδιον, τοῦτ’ ἔστιν ἀγένητον, εἶναί φησιν τὸν λόγον, ὧδε γράφων

(Nr. 48) ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι;
καὶ πάλιν
(Nr. 48) καὶ διὰ τοῦτο ἄρχεται μὲν
63r
ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, »ἐν ἀρχῇ ἦν ὁ λόγος« λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.

ὅπως δὲ ἡνῶσθαι τῷ θεῷ καὶ συναγέννητον εἶναι αὐτῷ τὸν λόγον ἔφασκεν, πάρεστιν αὐτοῦ ἐπακοῦσαι ὧδέ πη λέγοντος

(Nr. 61) τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γινώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. |