De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τήρει δὲ ὅπως ἐξ αὐτῶν τῶν προφητικῶν γραφῶν τὰ περὶ λόγου συνάγει τοῦ τῶν πρακτέων διδασκαλικοῦ· ὃν καὶ Ἰουδαίων παῖδες γνωρίζειν ὁμολογήσουσιν, ἅτε πρὸ ἡμῶν τοῦτον παρειληφότες. ἀλλ’ οὐδὲ αὐτὸς Σαβέλλιος τὸν τοιοῦτον ἠγνόει λόγον.

πῶς οὖν Ἰουδαίους καὶ Σαβέλλιον κόπτων μὴ ἐγνωκέναι τὸν λόγον ἔφη δι’ ὧν παρεθέμην αὐτοῦ φωνῶν; καὶ ἐπειδὴ ἀποπέφανται ὁ αὐτὸς διὰ τῶν ἔμπροσθεν ὡς οὐδεὶς ἐδύνατο τὸν θεὸν εἰδέναι οὐδὲ τὸν λόγον γνωρίζειν αὐτοῦ εἰ μὴ τὴν εἰκόνα εἰλήφει τοῦ ἀοράτου θεοῦ, δηλαδὴ τὴν σάρκα ὡς αὐτὸς ἔφη

(διὰ μόνης γὰρ τῆς εἰκόνος γνωρίζεσθαι τὸν θεὸν καὶ τὸν τούτου λόγον διετείνατο, τὴν σάρκα λέγων εἶναι τὴν εἰκόνα), ὑπομνηστέον διὰ τῶν προκειμένων ὡς δίχα τῆς ἐνσάρκου παρουσίας Ἰουδαῖοι πάντες τὸν λόγον τοῦ θεοῦ καὶ τοὺς λόγους τοὺς ἐν ταῖς προφητικαῖς γραφαῖς τῶν ὁσίων ἔργων παραγγελτικοὺς ἀκριβῶς ᾔδεσαν, ἐξ ἁπαλῶν | ὀνύχων τούτους καταμελετῶντες, καὶ τὸν θεὸν ὡμολόγουν τὸν πάντων ποιητὴν καὶ δημιουργόν, ὥσπερ οὖν καὶ ‹ὁ› γραμματεὺς ὁ δι’ ὅρκου πιστούμενος τοῦτο.

ταῦτα μὲν οὖν εἰς ἀπόδειξιν τοῦ Σαβελλίζειν τὸν ἄνδρα. ὥρα δὲ λοιπὸν ἐπελθεῖν καὶ ἃς πεποίηται διαστρόφους τῶν θείων γραφῶν ἑρμηνείας, ὡς ἂν μάθοι πᾶς τῶν τὸν ἄνδρα τιμώντων ὅτι μὴ μόνης τῆς ὀρθῆς παρεξετράπη πίστεως, ἀλλὰ καὶ τῆς ὑγιοῦς τῶν θεοπνεύστων γραφῶν ἐντεύξεως τε καὶ θεωρίας.

αʹ ὡς διαστρόφως ὁ Μάρκελλος τὰς θείας γραφὰς ἑρμηνεύειν ἐτόλμα. βʹ ὅπως τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« καὶ τὰ τούτῳ συνημμένα νοεῖται, καὶ ὅπως τὰ αὐτὰ Μάρκελλος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος μετῆγεν. γʹ ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία. δʹ ὅπως Μάρκελλος, μὴ συνιεὶς τὰς γραφάς, μίαν εἶναι ὡρίζετο ὑπόστασιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εʹ ὅπως ὁ σωτὴρ περὶ τοῦ ἁγίου πνεύματος ἐδίδασκεν. ςʹ ὅπως ἡ ἐκκλησία περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος φρονεῖν παραδίδωσιν. ζʹ ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο. ηʹ ὅπως ὁ αὐτὸς μηδὲν ὠφελεῖν τὴν σάρκα τοῦ σωτῆρος ἀπεφαίνετο. | θ′ ὅπως καταλειφθήσεσθαι ἐν τῶ τοῦ παντὸς τέλει τὴν σάρκα τοῦ σωτῆρος τοῦ λόγου ἔρημον ἐτόλμα λέγειν. ιʹ ὁποῖα αἱ θεῖαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆρος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει. ιαʹ ὅπως μὴ νοήσας τὴν εὐαγγελικὴν φωνὴν σκανδαλίζειν ἔφη τὴν σάρκα τοῦ σωτῆρος καὶ μηδὲν ὠφελεῖν. ιβʹ ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως. ιγʹ ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας. ιδ′ ἐξηγήσεις τῆς ὑγιοῦς διανοίας τῶν ἀναγνωσμάτων. ιεʹ ὅπως εἴρηται τὰ πάντα ὑποταγήσεσθαι τῷ υἱῷ καὶ αὐτὸν τῷ πατρὶ. ιςʹ ὅπως εἴρηται τῷ ἀποστόλῳ τὸ »τότε ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«. 75ν ιζʹ ὅπως αἱ θεῖαι γραφαὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀτελευτήτου βασιλείας παριστῶσιν, καὶ ὡς Μάρκελλος γυμνῇ τῇ κεφαλῇ παυθήσεσθαι αὐτοῦ τὴν βασιλείαν ἀπεφαίνετο. ιηʹ ὅπως ἐν τῇ βασιλείᾳ τοῦ υἱοῦ ἓν γενήσονται πάντες οἱ τῆς τότε μακαριότητος ἀξιούμενοι. ιθʹ ὅτι ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἶναι λέγονται, οὕτω καὶ πάντες ἔσονται οἱ ἅγιοι. κʹ ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται. καʹ ὅπως χρὴ νοεῖν τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«.