De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁ θαυμαστὸς οὗτος τῶν Χριστοῦ λόγων διδάσκαλος τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τοὺς παραγγελτικοὺς τῶν πρακτέων λόγους ἀπὸ τῆς θείας συναγαγὼν γραφῆς τοιοῦτόν τινα ὁρίζεται τὸν »ἐν ἀρχῇ« λόγον. ἐπάκουσον δὲ ὅπως ταῦτα συνιστᾶν πειρᾶται, τοῦτον γράφων τὸν | τρόπον

(Nr. 41) * * * * * τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου. ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν«, αὖθίς τε ὁ αὐτὸς »ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. Σολομῶν δὲ »ζητήσουσίν με κακοί, καὶ οὐχ
εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντο«. Ἡσαΐας τε »ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«. καὶ αὖθις Ἱερεμίας »ᾐσχύνθησαν σοφοὶ« φησὶν »καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν«.

καὶ Ὡσηὲ δὲ ὁ προφήτης »ἐμίσησαν« ἔφη »ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων »ἐκ Σιὼν« ἔφη »ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«.
ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ συναγαγὼν κρατύνειν διὰ τούτων τὴν ἑαυτοῦ δόξαν ἡγεῖται.

ὅρα δὲ πῶς φύρας τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας ὁμοῦ συνήγαγεν καὶ τὸν ἀποστελλόμενον τοῦ θεοῦ λόγον, τὸν σωτήριον καὶ ἰατικόν, καὶ τὸν τῶν πρακτέων παραγγελτικόν. τὸ γὰρ »ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο« ποῖον ὑποτίθεται λόγον ἢ πάντως που τὸν περὶ τῶν ὁσίων καὶ δικαίων πράξεων παραγγελτικόν, πάντα τε μᾶλλον ἢ τὸν υἱὸν τοῦ θεοῦ ὁμολογεῖν βούλεται, ὥσπερ αἰδούμενος μνημονεῦσαι τοῦ υἱοῦ. ἡμεῖς μὲν γὰρ οἴδαμεν τὸν υἱὸν τοῦ θεοῦ κυριώτατον ὄντα υἱὸν καὶ ἀληθῶς μονογενῆ τοῦ θεοῦ, καὶ λόγον δὲ αὐτὸν ἀκριβῶς ἴσμεν οὐχ ὅμοιον τῷ ‹ἐν› ἀνθρώποις, ἀλλ’ οἷον προσήκει νοεῖν θεοῦ λόγον, ζῶντα καὶ ὑφεστῶτα καὶ υἱόν. ὁ δὲ λόγον σημαντικὸν καὶ τῶν πρακτέων παραγγελτικὸν εἰσάγων, εἰκότως ὤκνει τὸν υἱὸν ὁμολογεῖν, ὃν αὐτῷ ἔργῳ ἠρνεῖτο.