De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αὐτίκα δ’ οὖν οὐ συνίησιν τὰς φωνὰς τοῦ θείου ἀποστόλου, διαφόρως διδάξαντος αὐτὸν εἶναι εἰκόνα τοῦ θεοῦ

74r
δι’ ὧν ἐξεθέμην αὐτοῦ λέξεων, δέον ἐντεῦθεν συνεῖναι ὡς οὐ δύο θεοὺς ἡ ἐκκλησία τοῦ θεοῦ κηρύττει· οὐ γὰρ δύο ἀγέννητα οὐδὲ δύο ἄναρχα, ὡς πολλάκις ἡμῖν εἴρηται, οὐδὲ δύο οὐσίας ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένας ἀλλήλαις εἰσάγει, διὸ οὐδὲ δύο θεούς, ἀλλὰ μίαν ἀρχὴν καὶ θεὸν καὶ τὸν αὐτὸν πατέρα διδάσκουσα εἶναι τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, ὡσαύτως δὲ καὶ μίαν εἰκόνα »τοῦ θεοῦ τοῦ ἀοράτου«, τὴν αὐτὴν οὖσαν τῷ μονογενεῖ καὶ ἀγαπητῷ υἱῷ αὐτοῦ. κἂν λέγῃ δὲ ὁ ἀπόστολος θεολογῶν τὸν πατέρα »ὁ μακάριος καὶ μόνος δυνάστης« καὶ πάλιν »ὁ μόνος ἔχων ἀθανασίαν,

φῶς οἰκῶν ἀπρόσιτον« καὶ αὖθις τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ« καὶ πάλιν »μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν«, κἂν τούτων ἔτι πλείονα λέγηται εἰς δοξολογίαν τοῦ ἑνὸς καὶ ἐπὶ πάντων θεοῦ, καὶ τούτων ἁπάντων χρὴ νοεῖν εἰκόνα εἶναι τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, οὐχ ὡς ἀψύχῳ ὕλῃ ἀλλ’ ὡς ἐν υἱῷ ζῶντι μεμορφωμένην. κἂν αὐτὸς ὁ σωτὴρ μόνον ἀληθινὸν θεὸν διδάσκῃ εἶναι τὸν πατέρα λέγων »ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεόν«, ἀλλ’ οὐκ ἀποκνητέον καὶ αὐτὸν θεὸν ἀληθινὸν ὁμολογεῖν ὡς ἐν εἰκόνι καὶ τοῦτο κεκτημένον, ἵνα ἡ τοῦ μόνου προσθήκη μόνῳ τῷ πατρὶ ὡς ἂν ἀρχετύπῳ τῆς εἰκόνος ἁρμόζῃ.

σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ πατρὸς »ἐν μορφῇ« τε τοῦ θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξεν Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος πατρὸς καὶ ἑνὸς υἱοῦ φύντος ἐκ τοῦ πατρὸς οὐκ ἄν τις εὖ φρονῶν εἴποι δύο πατέρας ὑπάρχειν οὐδὲ υἱοὺς δύο, καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης οὐκ ἄν τις σωφρονῶν δύο

εἴποι τοὺς κρατοῦντας, ἀλλ’ ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον. κατὰ τὸν αὐτὸν τρόπον (ὡς καὶ πολλάκις ἡμῖν εἴρηται) καὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἕνα παρα|λαβοῦσα θεὸν σέβειν τὸν αὐτὸν καὶ διὰ τοῦ υἱοῦ. ὡς διὰ εἰκόνος, μένει προσκυνοῦσα.

ἃ δὴ μὴ συνεὶς Μάρκελλος τὴν εἰκόνα »τοῦ θεοῦ τοῦ ἀοράτου« τὴν σάρκα εἶναι τοῦ σωτῆρος ἀπεφήνατο, ἣν ὁ ἀπόστολος »μορφὴν δούλου« κέκληκεν· οὐ λογισάμενος ὅτι καὶ πάντες ἄνθρωποι κατὰ τὴν σάρκα τοῦ σωτῆρος τυγχάνουσιν μεμορφωμένοι. καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ σωτὴρ τῆς ἀγενήτου καὶ ἀρρήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διισχυρίζεται, τὸν δὲ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι’ οὗ τὰ πάντα συνέστη (»πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«) ἀρνεῖται εἶναι εἰκόνα τοῦ θεοῦ αὐταῖς συλλαβαῖς λέγων

(Nr. 82) οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ.
ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας.

οὕτω δὲ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὸ παρὰ Μωσεῖ καὶ τοῖς λοιποῖς προφήταις κεκρυμμένως ἐγνωσμένον μυστήριον εὐαγγελιζομένου καὶ ἀνακαλύπτοντος μεγάλῃ τε κηρύττοντος βοῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.

πάντα δι’ αὐτοῦ ἐγένετο« καὶ μαρτυρομένου ὅτι »ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω«, τήν τε υἱότητα σαφῶς παριστῶντος ἐν τῷ περὶ μὲν τοῦ πατρὸς λέγειν »θεὸν οὐδεὶς ἑώρακεν πώποτε«, περὶ δὲ τοῦ υἱοῦ »ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«,

74v