De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα μὲν οὖν πάντα ὡς ἀρνητικὰ τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ, οὐδὲν ποσεπεξεργάζεσθαι δεῖ. τοσοῦτον δὲ οἶμαι ποοσήκειν ἐπερωτῆσαι, εἰ δὴ εἷς θεὸς ἦν καὶ οὐδὲν ἕτερον, οὐ πατὴρ οὐχ υἱός. τί κατεψεύδετο τῶν τοιούτων ὀνομάτων ἡ γραφή; τί δὲ καὶ αὐτὸς Μάρκελλος ὑποκρίνεται, τὸν μὴ υἱὸν ἀλλὰ λόγον υἱὸν ἀποκαλῶν; καὶ ἐπειδὴ κέχρηται παραδείγματι τῷ ἐν ἀνθρώποις λόγῳ, λεκτέον ὡς οὐ πᾶς ἄνθρωπος υἱὸν ἔχει, λογικὸς ὢν καὶ τὸν συμφυᾶ λόγον

ἐν αὑτῷ κεκτημένος·

οὐκοῦν ἕτερόν τί ἐστιν υἱὸς παρὰ τὸν λόγον. τὸν οὖν θεὸν εἰ λόγον ἔχειν ἐν ἑαυτῷ φάσκοι καὶ οὐδὲν ἕτερον, ᾧ καὶ διενοεῖτο, ᾧ καὶ πρὸς ἑαυτὸν διελέγετο »ποιήσωμεν ἄνθρωπον« λέγων, τί καὶ μάτην υἱὸν ὀνομάζει; τί δὲ τὴν ἐκκλησίαν ὑποκρίνεται; τί δὲ μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ προσποιεῖται πιστεύειν, σχηματιζόμενος διὰ τοῦ τὸν λόγον τὸν ἐν τῷ θεῷ υἱὸν ἀποκαλεῖν, σαφῶς τοῦ παραδείγματος μακρῷ διεστάναι διδάσκοντος τὸν ἔμφυτον ἐν ψυχῇ λόγον | παρὰ τὸν ἔκ τινος γεννηθέντα

69r
καὶ καθ’ ἑαυτὸν ὑφεστῶτα καὶ ζῶντα καὶ ἐνεργοῦντα υἱόν;

ἀλλ’ οὐκ ἐγώ, φήσει ὡς εἰκός, ἀλλ’ ὁ θεῖος εὐαγγελιστὴς λόγον αὐτὸν προσεῖπεν· ἀκόλουθον τοίνυν εἴη ἂν καὶ ἡμᾶς τούτῳ συνομολογεῖν. ναί φημι καὶ αὐτός.

πλὴν οὐδ’ ἑτέρως προσήκειν οἶμαι ἐξακούειν τῆς φωνῆς ἢ αὐτῷ πάλιν μαθητευομένους τῷ εὐαγγελιστῇ διδάσκοντι ὁποιον διωρίζετο λόγον. σαφῶς δὲ τοῦτον παρίστη οἷός τις ἦν, ἐπισυνάπτων ἑξῆς καὶ λέγων »καὶ θεὸς ἦν ὁ λόγος«· δυνάμενος γοῦν εἰπεῖν· καὶ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, εἴγε ἓν καὶ ταὐτὸν ἡγεῖτο τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν αὐτόν τε εἶναι τὸν λόγον τὸν ἐπὶ πάντων θεόν, οὐχ οὕτως ἐξέδωκε τὴν γραφήν.