De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὃ δὴ Μάρκελλος οἰηθεὶς ἀίδιον εἶναι αὐτὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἀγέννητον, πολλάκις ὡρίσατο· οὐ συνορῶν ὅτι εἰ μὲν ἕτερον τοῦ θεοῦ τὸν λόγον φάσκοι δύο ἔσται ἀίδια (ὁ λόγος καὶ ὁ θεός) καὶ οὐκέτ’ ἔσται

ἀρχὴ μία. εἰ δὲ ἓν λέγοι τὸ ἀίδιον τὸν αὐτὸν ὁριζόμενος εἶναι τὸν θεὸν τῷ λόγῳ γυμνὸν τὸν Σαβέλλιον ὁμολογήσει, υἱοπάτορα τὸν ἕνα κατ’ αὐτὸν ἐκεῖνον εἰσάγων.

ἔσται οὖν ὁ πατὴρ αὐτῷ γεννηθεὶς καὶ παθών, καὶ αὐτὸς ἔσται ὁ εὐχόμενος ἑαυτῷ καὶ ἀπεστάλθαι λέγων ὑφ’ ἑαυτοῦ καὶ υἱὸν ἑαυτοῦ καὶ μονογενῆ, οὐκ ἐπαληθεύων σὺν εἰρωνείᾳ δὲ καταψευδόμενος. καὶ τίς ἂν ἕτερος τούτου δυσσεβέστερος γένοιτ’ ἂν λόγος; ἀλλὰ γὰρ ἡμεῖς φέρε ἴδωμεν, ὁποῖον | ἡμῖν ὁ εὐαγγελιστὴς λόγον εὐαγγελίζεται φάσκων »ἐν ἀρχῇ ἦν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« .