De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ φῶς μὲν αὐτὸν ἀκούων οὐκ ἐκπίπτει ἐπὶ τὸ σωματικὸν φῶς, οὐδ’ ὅμοιον αὐτὸν εἶναί φησι τῷ ἡλίου φέγγει, ἐπὶ δὲ τοῦ λόγου σημαντικὸν αὐτὸν δίδωσιν καὶ ὅμοιον τῷ ἀνθρωπίνῳ· ὡς ποτὲ μὲν λέγειν αὐτὸν ἡσυχάζειν ἐν τῷ θεῷ ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἐντὸς καὶ ἐκτὸς γίγνεσθαι αὐτοῦ, καθ’ ὁμοιότητα τοῦ παρ’ ἡμῖν λόγου, τοῦ τε ἐνδιαθέτου καλουμένου καὶ τοῦ κατὰ προφορὰν διὰ φωνῆς ἐξακουομένου.

λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν

(Nr. 56) πάντα γὰρ ὅσα ‹ἂν› ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
καὶ αὖθις ταῦτά φησιν
(Nr. 92) πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ ‹τοῦ› λόγου.
εἶτ’ ἐπιφέρει
(Nr. 108) οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ.

τοσαῦτα περὶ τοῦ λόγου εἰπών, τὴν εὐαγγελικὴν φωνὴν ἐπάκουσον ὅπως πειρᾶται διερμηνεύειν ὧδε γράφων

(Nr. 46) ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς ‹καὶ› διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« . οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα σημαίνει τοῦ λόγου.

καὶ πάλιν φησὶν

(Nr. 48) τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.
καὶ αὖθις ἐπιλέγει
(Nr. 47) ἵν’ ἐν μὲν τῷ φῆσαι »ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον (ἀρχὴ γὰρ ἀπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὗ τὰ πάντα«), ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« |

ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον (»πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο
67r
οὐδὲ ἕν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· »ἐν ἐμοὶ« γάρ φησιν »ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί« .
διὰ τοσούτων Μάρκελλος τὴν ὑπόστασιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναιρῶν, τὸν θεῖον εὐαγγελιστὴν τῆς ἑαυτοῦ κακοδοξίας μαρτύρεται, ὡς οὐδὲν ἕτερον αὐτὸν ἐπιστάμενον ἢ λόγον, ποτὲ μὲν ἐνεργοῦντα ἄλλοτε δὲ ἡσυχάζοντα ἐν τῷ θεῷ καὶ οὐδὲν ἕτερον ὄντα ἢ αὐτὸν τὸν θεόν.