De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

62r
Μετὰ τὰς παρατεθείσας τῶν θείων ἀναγνωσμάτων μαρτυρίας, δι’ ὧν ὅτι μὴ μόνον λόγος ὠνόμαστο πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς τοῦ θεοῦ παρέστη (ὥσπερ οὖν ἐδόκει Μαρκέλλῳ) ἀλλὰ καὶ μυρία ἕτερα, φέρε δὴ λοιπὸν τὸ Σαβελλίου εἴδωλον ὥσπερ ἀπὸ γῆς ἀνακύψαν ἐποπτεύσωμεν. ἐτόλμησεν 〈οὖν〉 εἰπεῖν αὐτὸν τὸν ἐπὶ πάντων θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγεν νῆσθαι ἐκ τῆς ἁγίας παρθένου καὶ αὐτὸν πεπονθέναι, τοῦτον γράψας τὸν τρόπον
(Nr. 49) τί τοίνυν ἦν τὸ κατελθὸν πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος »πνεῦμα ὁ θεός«.

διὰ τούτων τὸν τῶν ὅλων θεόν, περὶ οὗ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, τὸ ἐπελθὸν τῇ παρθένῳ πνεῦμα εἶναι ἔφη, ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος.

καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σαφῶς εἰρηκότος »μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«, ἐπὶ τὸν πατέρα ἀναφέρει τὸ λόγιον φάσκων αὐτοῖς ῥήμασιν

(Nr. 50) ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν.

καὶ ἐπὶ τοῦ πάθους δὲ τοῦ σωτῆρος ταὐτὸν ποιεῖ. παραθεὶς γὰρ ἀπὸ τῶν Ἱερεμίου Θρήνων τὸ »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν«, ἐπιλέγει

(Nr. 51) κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγου διαλέγεται,
καὶ ἐπιφέρει λέγων
(Nr. 51) πνεῦμα σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο. πνεῦμα δὲ ὅτι αὐτὸς ὁ θεός, ὁ σωτὴρ ἔφη »πνεῦμα ὁ θεός«. ὅτι δὲ ὁ θεὸς φῶς ἐστιν, αὐτὸς διδάσκει ἡμᾶς »ἐγώ εἰμι τὸ φῶς« λέγων.
θεωρεῖς ὅπως τὰ περὶ τοῦ σωτῆρος λελεγμένα ἐπὶ τὴν θεότητα τοῦ πατρὸς μεταφέρει.

καὶ πάλιν ἀναιρεῖ τὴν ὑπόστασιν τοῦ υἱοῦ γυμνῇ τῇ κεφαλῇ πρὸ τῆς τῶν γεννητῶν δημιουργίας μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ μόνου ἀποφαινόμενος· γράφει δ’ οὖν ὧδε κατὰ λέξιν

(Nr. 93) τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου.
καὶ αὖθις τὸ αὐτὸ βεβαιοῖ λέγων
(Nr. 92) οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ὄντα ὑπὸ τοῦ θεοῦ γεγένηται· εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον 〈ἦν〉.|