De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὅπως δὲ ἀπεστάλθαι ἑαυτὸν καὶ ἡγιάσθαι πρὸ τοῦ ἀποσταλῆναι ὑπὸ τοῦ πατρὸς ἐδίδασκεν, καὶ ὡς τοὺς ὀκνοῦντας υἱὸν αὐτὸν ὁμολογεῖν τοῦ θεοῦ δυσωπεῖ διδάσκων ἐκ τῆς θείας γραφῆς ὡς οὐ μόνον υἱοὶ θεοῦ ἀλλὰ καὶ θεοὶ θνητοὶ τὴν φύσιν ἄνδρες ἐκλήθησαν· διὸ μὴ χρῆναι νομίζειν βλάσφημον εἶναι τὸ καὶ υἱὸν θεοῦ καὶ θεὸν ὁμολογεῖν »ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον«.

τί οὖν ἐχρῆν παθεῖν τὸν μετὰ τὰς τοσαύτας φωνὰς τολμήσαντα φάναι

(Nr. 43 = 81) λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα
(Nr. 34) καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ.
ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ’ [ὅπως] ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις
57r
μαρτυρίαις.

καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων »ἐγώ εἰμι τὸ φῶς

τοῦ κόσμου«, καὶ πάλιν »ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«, καὶ αὖθις »ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς«.

καὶ εἴγε τις ἔροιτο, πόθεν ἐλήλυθεν, ἀποκρινεῖται ὁ εἰπὼν »ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν« καὶ »ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν μαρτυρεῖ«· τίς δ’ ἦν »ὁ ἐρχόμενος ἐκ τοῦ οὐρανοῦ«; μήτι γε ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτήρ; οὐδαμῶς. ἀλλ’ αὐτός δηλονότι τὸ φῶς καὶ ὁ λόγος καὶ ὁ θεὸς καὶ ὁ μονογενὴς καὶ ὁ υἱός, αὐτὸς ὢν ταῦτα πάντα, »ἃ ἑώρακεν« τοίνυν οὗτος »καὶ ἃ ἤκουσεν«, φησίν, »μαρτυρεῖ«. οὐκοῦν καὶ ἑώρα καὶ ἤκουσεν πρὶν ἐπὶ γῆς ἐλθεῖν.

τίνα δὲ ἑώρα ἢ τὸν πατέρα; τίνος δὲ ἤκουσεν ἢ τοῦ πατρός; οὕτω δὲ ἑαυτὸν οὐ λόγον σημαντικόν, | ἀλλ’ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα ἐδίδασκεν, ὡς λέγειν »ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον«. πιστεύωμεν τοίνυν, ὅτι »τὸν υἱὸν« ἀγαπῶν »ὁ πατὴρ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ«.

ἐπιμελῶς δὲ προσεκτέον τῷ »πάντα«, τῆς τῶν γενητῶν ἁπάντων ὑπάρξεως περιληπτικῷ ὄντι, δι’ οὗ τὸ μέγεθος τῆς τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεως ἴδοι ἄν τις, ἐννοήσας ὅσῃ καὶ ὁποίᾳ χειρὶ παρὰ τοῦ πατρὸς ὑποδέδεκτο τὴν τῶν ὄντων ἁπάντων ὕπαρξιν.

εἰ γὰρ δὴ μέγας ὁ σύμπας οὐρανός τε καὶ κόσμος, καὶ τούτων ἔτι μακρῷ κρείττονα καὶ διαφέροντα τυγχάνει τὰ ἐπέκεινα τῶν ὁρωμένων ἐν ἀσωμάτοις καὶ ἀφθάρτοις νοεραῖς τε καὶ θείαις ὑφεστῶτα δυνάμεσιν, πάντα τε ὅσα τὸν ἡμέτερον διαδιδράσκοντα νοῦν τὴν ἡμετέραν γνῶσιν λανθάνει, τούτων ἀπάντων μία τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ χεὶρ περιδραττομένη τῆς ἀπειρομεγέθους αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται.

ὃ δὴ καὶ δι’ ἑτέρας πάλιν αὐτὸς ὁ υἱὸς παρίστη φωνῆς λέγων »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. εἶθ’, ὡς ἡμῶν ἀπορούντων, τίς ποτ’ ἦν καὶ ὁπηλίκος ὁ τὴν τοσαύτην παρακαταθήκην ὑποδεδεγμένος, μὴ ζήτει, φησίν, μηδ’ ἐρώτα. οὐ γὰρ ἔχει φύσιν ἀνθρώποις γνωρίζεσθαι, ἀλλ’ οὐδὲ ταῖς κρείττοσιν καὶ θειοτέραις δυνάμεσιν ἡ ἀκριβὴς τοῦ υἱοῦ τοῦ θεοῦ κατάληψις.

διὸ προφήσας »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου« ἐπήγαγεν »καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«. σεσιγήσθω τοίνυν πᾶς ἀπόρρητος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λόγος, καὶ μόνῳ τῷ πατρὶ παραδεδόσθω ἡ τῆς ἐξ αὐτοῦ γενέσεως

αὐτοῦ γνῶσις, μηδὲ περαιτέρω τις ζητῶν χωρείτω φύσεως πέρι καὶ οὐσίας ἀπορρήτου, μόνη δὲ ἡμῖν ἡ αὐτοῦ περὶ αὑτοῦ διδασκαλία τῇ τῆς πίστεως βεβαιώσθω χάριτι, σαφῶς πάντα αὐτῷ ὑπὸ τοῦ πατρὸς παραδεδόσθαι παιδεύουσα.

οὐκοῦν ὁ μὲν θεὸς ἐδίδου καὶ παρεδίδου ἐπὶ βελτιώσει καὶ ὠφελείᾳ, οἷα σωτῆρι καὶ ἰατρῷ καὶ κυβερνήτῃ τῶν ὅλων τὴν παράδοσιν ποιούμενος· ὁ δὲ | υἱὸς ἐλάμβανεν καὶ οἷα πιστὸς παραθηκοφύλαξ τὴν δόσιν ὑπεῖχεν, οὐχ ὡς λόγος ἀνούσιος καὶ ἀνυπόστατος, ἀλλ’ ὡς ἀληθῶς υἱὸς ὢν μονογενὴς καὶ ἀγαπητὸς τοῦ πατρός.

ζʹ. ἔτι πρὸς τούτοις καὶ ἄρτον ζωῆς αὐτὸς ἑαυτὸν ὠνόμαζεν λέγων »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς«, »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς«. καὶ ὅπως ὑπῆρχε ζῶν, διεσάφει τρανότατα διαρθρῶν ἐν οἷς φησιν »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα,

καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ«. τοῦτο

57v
δὲ καὶ ἐν ἑτέροις ἐδίδαξεν εἰπών »ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ«. ἄρ’ οὖν καὶ ἄρτος ἦν ζωῆς καὶ ὑπῆρχεν ἐν τῷ οὐρανῷ τὰς ἀγγελικὰς δυνάμεις ἐπάρδων καὶ τρέφων τῇ τῆς θεότητος αὐτοῦ δυνάμει, καὶ τοσαῦτα ἦν πρὶν ἐπὶ γῆς ἐλθεῖν, υἱός τε ἦν ζωὴν ἔχων »ἐν ἑαυτῷ«, ὁμοίως τῷ πατρὶ ζωὴν ἔχοντι »ἐν ἑαυτῷ«.

τὸ γὰρ ἐξαίρετον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἀγενήτου καὶ θεϊκῆς ζωῆς. δι’ ἣν »μόνος ἔχειν ἀθανασίαν« κατὰ τὸν θεῖον ἀπόστολον εἴρηται μόνος ἂν ἔχοι ὁ υἱός, ἅτε εἰκὼν τοῦ πατρὸς καὶ κατὰ τοῦτο τυγχάνων· ἔχει δὲ τὴν εἰρημένην ζωὴν οὐκ ἄναρχον οὐδὲ ἀγένητον οὐδὲ ἰδιόκτητον ὁμοίως τῷ πατρί, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών.

οὕτως γάρ φησιν »καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ, καθὼς ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ«. οὐκοῦν ὁ μὲν ἔδωκεν, ὁ δὲ εἴληφεν. καὶ μόνος τοῦτ’ εἴληφεν τὸ γέρας, ὡς μὴ ἔξωθέν ποθεν αὐτῷ πορίζεσθαι ὁμοίως τοῖς λοιποῖς ζῶσιν τὴν ζωήν, ἀλλ’ ἐν ἑαυτῷ πηγάζουσαν ἔχειν αὐτὴν κατὰ τὴν ἐν τῷ πατρί. διὸ πάντα μὲν 〈τὰ〉 τῆς ζωῆς μέτοχα ἐξ ἐπιχορηγίας τοῦ υἱοῦ ζῇ· μόνος δὲ αὐτὸς πηγάζουσαν ζωὴν ἔχει ἐν ἑαυτῷ, τοῦ πατρὸς αὐτῷ τοῦτο δωρησαμένου εἰς ἀπόλαυσιν τῶν μελλόντων δι’ αὐτοῦ ζωοποιεῖσθαι.

ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων »καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς«. ὁρᾶς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος

ἦν ζωῆς. διὸ | λέλεκταί που » ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος«. καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ τὸν πατέρα,

οὐχ ὡς λόγος σημαντικὸς οὐδ’ ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ αὐτῷ δέδωκεν.

καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν »καθὼς ἐδίδαξέν με ὁ πατήρ. ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε«. τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται »πάντοτε«.

οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ’ αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος τυγχάνει τοῦ διδάσκοντος.

εἰ δ’ ἐν τῷ θεῷ ἦν ὁ λόγος, δι’ ὃν καὶ λογικὸς ἂν ῥηθείη, τῶν τοῦ πατρὸς νοημάτων σημαντικός τις ὤν, πῶς ἂν αὐτὸς ἑαυτοῦ γένοιτο διδάσκαλος; πῶς δ’ ἀχώριστος ὢν τοῦ θεοῦ, ἑαυτὸν ἔλεγεν ἀπεστάλθαι; πῶς δὲ ἕν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ τὰ ἀρεστὰ πράττειν αὐτῷ διεμαρτύρετο; εἰ δὲ πρὸς ταῦτα λέγοι Μάρκελλος ἐν τῇ σαρκὶ ὄντα τὸν λόγον ταύτας εἰρηκέναι τὰς φωνάς, καὶ τί τοῦτο φήσομεν πρὸς τὸ μὴ ὁμολογεῖν υἱὸν αὐτὸν εἶναι, ἀλλὰ λόγον μόνον;

πῶς δ’ ἐν τῇ σαρκὶ ἦν, ὅτε ταῦτ’ ἔλεγεν; ἆρά γε ζῶν καὶ ὑφεστὼς καὶ τοῦ πατρὸς ὑπάρχων ἐκτός; καὶ τίς ἦν ὁ πατὴρ τότε, μὴ τὸν οἰκεῖον κεκτημένος ἐν αὑτῷ λόγον. ἀλλ’ ὑφεστὼς ἄνευ λόγου; ἐνοικῶν δ’ ἐν τῇ σαρκὶ ὁ λόγος. ὅτ’ ἐπὶ γῆς ἐποιεῖτο τὰς διατριβάς, εἰ μὲν τοῦ πατρὸς ἐκτὸς ἦν, ζῶν καὶ

58r
ὑφεστὼς καὶ τὴν σάρκα κινῶν ψυχῆς δίκην, ἕτερος δηλαδὴ παρὰ τὸν πατέρα, καὶ δύο πάλιν ὑποστάσεις αὐτός τε καὶ ὁ πατὴρ ὑπῆρχον,