De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τὸ μὲν γὰρ θεὸν ὁμολογεῖν ἕνα πρὸς ἀντιδιαστολὴν τῆς Ἑλλήνων πολυθέου πλάνης πρῶτοι παρειλήφασιν Ἰουδαίων παῖδες. τὸ δὲ καὶ πατέρα τὸν αὐτὸν υἱοῦ μονογενοῦς γνωρίζειν ἐξαίρετον γέρας ἡ χάρις ἡ σωτήριος τῆ ἔκκλησίᾳ δεδώρηται. υἱὸν δε Ἰησοῦν Χριστὸν μόνον οἶδεν καὶ οὐδένα ἕτερον, οὐ κατὰ τὴν τῆς σαρκὸς ἣν ἀνείληφεν γένεσιν (ταύτην γὰρ δούλου μορφὴν καὶ υἱὸν ἀνθρώπου καλεῖν δεδίδακται), κατὰ δὲ τὴν ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς πρὸ πάντων αἰώνων ἄγνωστον τοῖς πᾶσιν· καθ’ ἣν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος καὶ αὐτὸν υἱὸν θεὸν ὑπεστήσατο, οὐκ ἰδιόκτητον καὶ τοῦ πατρὸς ἀφωρισμένην | οὐδ’ ἄναρχόν τινα καὶ ἀγέννητον οὐδὲ ἄλλοθέν ποθεν ξένην καὶ τοῦ πατρὸς ἀλλοτρίαν ἐφελκόμενον θεότητα, ἐξ αὐτῆς δὲ τῆς πατρικῆς μετουσίας ὥσπερ ἀπὸ πηγῆς ἐπ’ αὐτὸν προχεομένης πληρούμενον.

49v
μόνῳ γὰρ »ἐν αὐτῷ πᾶν τὸ πλήρωμα« τῆς πατρικῆς ἐνοικεῖν »θεότητος« ὁ μέγας ἐπαίδευσεν ἀπόστολος. διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κηρύττεται, »καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοὺ«· εἷς δὲ καὶ μονογενὴς τοῦ θεοῦ υἱός, εἰκὼν τῆς πατρικῆς θεότητος, καὶ διὰ τοῦτο θεός.