De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι. τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν. ὅπερ ἐχρῆν μάλιστα

55v
τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι μήποτ’ ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ νομίσειεν.

καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ 〈πρῶτον〉 τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας | ἢ λόγον, μήτ’ ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι.

τοῦτο δὴ οὖν πρῶτον δεικτέον ἀμαθῶς καὶ τῶν θείων γραφῶν ἀνεπιστημόνως αὐτὸν ἀποφηνάμενον.

α′. πρῶτος μὲν γὰρ αὐτὸς ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης, ὁ δὴ λόγον αὐτὸν ἀνειπών,

β′. οὐκ εἰς μακρὸν ἀλλ’ εὐθὺς καὶ παρὰ πόδα θεὸν αὐτὸν ὠνόμασεν φήσας καὶ θεὸς ἦν ὁ λόγος«. δυνάμενος γοῦν εἰπεῖν· καὶ

θεοῦ ἦν ὁ λόγος, τοῦτο μὲν οὐκ ἔφη, ὡς ἂν μή τις αὐτὸν τῷ παρὰ ἀνθρώποις ὅμοιον εἶναι φήσειεν, θεὸν δὲ αὐτὸν καλεῖ, τὸ ὑπερφυὲς τοῦ περὶ αὐτὸν θεοπρεποῦς ἀξιώματος οὕτω δεικνύς.

γ′. μεταβὰς δὲ ἐφ’ ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλήψεως κατὰ τοῦτο αὐτὸ δηλώσας,

ἐν οἷς περὶ τοῦ βαπτιστοῦ φησιν »οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον«.