De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁ δ’ ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα 〈ἢ τὸ〉 τῷ γεγεννηκότι ἀφωμοιωμένον ; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ’ οὐ γεννιᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ’ οὐ κτίζειν λέγεται· καὶ [ὁ] τεχνίτης δημιουργὸς ἀλλ’ οὐχὶ πατὴρ γένοιτ’ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ’ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἢν δημιουργὸς λεχθείη. καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο.

εἰ δ’ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ.

ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ’ ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν

πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. | ἀλλ’ ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι.

ὁ μὲν γὰρ δέει τοῦ μὴ δύο θεοὺς εἰπεῖν τὴν ἄρνησιν τοῦ υἱοῦ προὐβάλλετο, τὴν ὑπόστασιν ἀθετῶν αὐτοῦ. οἱ δὲ δύο δόντες ὑποστάσεις, τὴν μὲν ἀγένητον τὴν δ’ ἐξ οὐκ ὄντων κτισθεῖσαν, ἕνα μὲν θεὸν ὑφίστανται· ὁ δὲ υἱὸς οὐκέτ’ αὐτοῖς οὕτε ὁ μονογενὴς ἔσται οὔτε μὴν κύριος, οὕτε θεός, μηδὲν μὲν ἐπικοινωνῶν τῇ τοῦ πατρὸς θεότητι, τοῖς δὲ λοιποῖς κτίσμασιν, καθ’ ὃ ἐξ οὐκ ὄντων ὑπέστη, παραβαλλόμενος. ἀλλ’ οὐχ οὕτως ἡ ἐκκλησία·

τὸν δ’ υἱὸν τοῦ θεοῦ θεὸν καὶ κύριον ἀνακηρύττει, καὶ ἀληθῶς υἱὸν εἶναι καὶ θεὸν διδάσκει· οὐ κατὰ τοὺς πολλοὺς τοὺς ἐπίκλην ὀνομασθέντας υἱούς τε καὶ θεούς, περὶ ὧν εἴρηται »ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, καθ’ ὃ δὲ μόνος αὐτὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς τοῦ πατρὸς »ἐν μορφῇ θεοῦ ὑπῆρχεν«, »εἰκών« τ’ ἦν »τοῦ θεοῦ

51v
τοῦ ἀοράτου καὶ πρωτότοκος ἀπάσης κτίσεως«. διὸ καὶ τιμᾶν καὶ σέβειν καὶ προσκυνεῖν μόνον αὐτόν, οἷα κύριον καὶ σωτῆρα καὶ θεὸν ἑαυτῆς, μεμάθηκεν.