Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

21 ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει

(Nr. 22) οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκόλουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὅρη καὶ τοὺς βουνούς. »πρὸ« γὰρ »τοῦ ὄρη ἑδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ μέ«. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.

τοιαύτας τινὰς ἑρμηνείας ἐκθέμενος αὖθις ἐπὶ τὰς ἀποστολικὰς μεταβαίνει φωνάς, τἀναντία τῷ ἀποστόλῳ φθεγγόμενος. ὁ μὲν γὰρ τὸν προόντα υἱὸν τοῦ θεοῦ καὶ »πρωτότοκον πάσης κτίσεως« αὐτὸν εἶναι ἐδίδασκεν, »τὰ πάντα δι’ αὐτοῦ, καὶ ἐν αὐτῷ« ἐκτίσθαι, αὐτόν τε εἶναι »πρὸ πάντων« μεγάλῃ βοῇ μαρτυρόμενος· ὁ δὲ ἐπὶ τὴν σάρκα καὶ ταύτην καταβάλλει τὴν θεολογίαν, μικρὸν ὕστερον καὶ ταύτην ἀρνούμενος.

λέγει δὲ οὕτως

(Nr. = 43) διὰ τοῦτο εἰκότως ἐπιφέρει »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«. πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ »κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν« ἀνείληφεν πλάσμα; | πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.
καὶ ἐπιμένει τὸ αὐτὸ γυμνότερον διασαφῶν, δι’ ὧν φησίν
(Nr. 82) οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται.

καὶ πάλιν προστίθησιν λέγων

(Nr. 82) πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν· αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν
εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι’ αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου θεοῦ καθ’ ἑαυτὸν ὁ λόγος εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε.

καὶ ἐν τούτοις δὲ ὁ Μάρκελλος οὐ συνορᾷ, ὅτι εἰ τὴν σάρκα δοίημεν εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, ὥρα καὶ πάντων ἀνθρώπων τὰς σάρκας καὶ τὰ τῶν σωμάτων πρόσωπα εἰκόνας εἶναι λέγειν τοῦ θεοῦ, ὥστε κατ’ αὐτὸν μηδὲν ἐξαίρετον ἐσχηκέναι τὸν σωτῆρα. ὁ δ’ ὥσπερ ἐπιλαθόμενος ὧν μετὰ ταῦτα περὶ τῆς σαρκὸς συνέγραψεν (»δούλου μορφὴν« αὐτὴν εἰπὼν ἐξ ἀποστολικῆς παραθέσεως καὶ διὰ τοῦτο μὴ δύνασθαι συνεῖναι τῷ λόγῳ διὰ τὸ »δούλου μορφὴν« εἶναι,

ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας

(Nr. 104) πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;),
εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος [εἶναι] διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς
(Nr. 82) ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος
45v
αὐτοῦ.

20 καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων

(Nr. 83) διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. »εἰκὼν« δὲ »ἐστὶν« φησὶν ὁ ἀπόστολος »τοῦ ἀοράτου θεοῦ«. νῦν δηλονότι, ὁπηνίκα τὴν κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν.

εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«. οὕτε γὰρ τὸν λόγον οὕτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.

καὶ πάλιν ἐπιφέρει

(Nr. 84) οὕτω γοῦν καὶ ὁ ἀπόστολός | φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης
ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ »ποιήσωμεν ἄνθρωπον« ἔφη »κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν«, καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ἥδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου.

μετὰ ταῦτα πειρᾶται κατασκευάζειν ὅτι καὶ τὸ »ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε« περὶ τῆς σαρκὸς ἐλέγετο, γράφει δὲ οὕτως

(Nr. 26) διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι ζητεῖσθαι δίκαιον τὸν ἑωσφόρον, τίς δήποτε ὢν οὗτος τυγχάνει· οὗτος γὰρ ἦν ὁ τηνικαῦτα φανεὶς ἀστήρ, ὁ φέρων τε καὶ δηλῶν τὴν ἡμέραν τοῖς μάγοις.

πρόδηλον οὖν τὸ »πρὸ ἑωσφόρου ἐγέννησά σε« ὑπὸ τοῦ παντοκράτορος εἰρῆσθαι δεσπότου περὶ τοῦ διὰ τῆς παρθένου γεννηθέντος σὺν τῇ ἀνθρωπίνῃ σαρκὶ λόγου, σαφῶς καὶ τοῦτο τοῦ εὐαγγελίου σημαίνοντος, πρότερον μὲν τὸν δεσπότην ἡμῶν διὰ τῆς παρθένου τετέχθαι, ὕστερον δὲ τὸν ἀστέρα φανῆναι τὸν τὴν ἡμέραν δεικνύντα.

ἐπὶ τούτοις προϊὼν αὖθις ἐπιλέγει

(Nr. 94) εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως· εἰ γὰρ ὅτε καὶ »ἄνθρωπος« ἐγένετο καὶ »μεσίτης θεοῦ καὶ ἀνθρώπων« τότε εἰς αὐτὸν ἐκτίσθη τὰ πάντα«, ὡς ἔφη ὁ ἀπόστολος, »τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς«, ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς δέδοται.
καὶ αὖθις μεθ’ ἕτερα ἐπάγει
(Nr. 95) εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. »μεσίτης« γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπόστολον »θεοῦ τε καὶ ἀνθρώπων« τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους.

καὶ πάλιν προστίθησιν ταῦτα

(Nr. 96) καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γὰρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ’ ἂν τῆς δόξης ταύτης; εἰπὼν δὲ ὅτι »ἐδόξασά σε«, ἐπιφέρει λέγων »καὶ πάλιν δοξάσω«, ἵνα δι’ ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς
δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπεργάσηται καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, | ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας, ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον ἀξιωθῆναι δόξης.

καὶ αὖθις ἐπιλέγει

(Nr. 97) ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἄνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διάβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τοῦτον ἀπαρχὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ.
καὶ προστίθησιν ἔτι λέγων
(Nr. = 97) οὗτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ
46r
ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα« .

καὶ αὖθις ἐπιφέρει

(Nr. 98) ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διὰ παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τὴν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι’ αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλὰ καὶ σύνθρονον ἐν οὐρανοῖς τῷ θεῷ.

ταῦτα δὲ πάντα ἀναγκαῖον κατέχειν ἐν μνήμῃ διὰ τὰ μέλλοντα ὑπ’ αὐτοῦ Μαρκέλλου κατὰ τῆς σαρκός, ἧς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος, προφέρεσθαι. ὡς γὰρ ἀμνημονήσας τούτων ἀπάντων, ὧν ἐξέθετο, τέλος οὐκ αἴσιον οὐδ’ εὐσεβὲς ἐπάγει τῷ σωτηρίῳ σώματι. πρὸς τούτοις ἅπασιν, ὥσπερ τῶν προτέρων αὐτῷ κατωρθωμένων, πειρᾶται δεικνύναι καὶ τὸ »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ« εἰς τὴν σάρκα ἀναφέρεσθαι.

λέγει δὲ οὕτως

(Nr. 99) ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διὰ τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὴν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ« .

καὶ μεθ’ ἕτερα ἐπιφέρει

(Nr. 100) δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ« .
καὶ πάλιν ἐπιφέρει
(Nr. 100) διὰ τοῦτο γὰρ καὶ βασιλεύσει [ἵνα] ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει« .

τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος καὶ τούτων ἔτι πολλῷ πλείονα εἰπών, φήσας | τε αὐτὴν εἶναι τὴν εἰκόνα »τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ τὸν πρωτότοκον »πάσης κτίσεως« καὶ τὸν βασιλέα καὶ τὸν Ἰησοῦν καὶ τὸν Χριστὸν καὶ τὸν ἀγαπητὸν καὶ ὅσα ἄλλα κατέλεξεν, δι’ αὐτήν τε ταῦτα πάντα κληθῆναι τὸν λόγον ἀποφηνάμενος, ὁποῖον τέλος αὐτῇ περιτίθησιν ἤδη θεωρῆσαι καιρός.